[ ] Lyd. — Sardis (Sart) — 5-1 BC — IGRR 4.1756
See also:
1                                   τὸ κοινὸν
                              τῶν ἐπὶ τῆς Ἀσίας
                        Ἑλλήνων καὶ ὁ δῆμος ὁ Σαρδι-
                      ανῶν καὶ ἡ γερουσία ἐτίμησαν Μηνογέ-
5                  νην Ἰσιδώρου τοῦ Μηνογένους τοῖς ὑπογεγραμμένοις·
I.6 εἰσανγειλάντων Μητροδώρου Κόνωνος καὶ Κλεινίου καὶ Μουσαίου καὶ Διονυσίου στρατηγῶν·
  ἐπεὶ Γάϊος Ἰούλιος Καῖσαρ ὁ πρεσβύτατος τῶν τοῦ Σεβαστοῦ παίδων τὴν εὐκταιοτάτην
  ἐκ περιπορφύρου λαμπρὰν τῷ παντὶ κό<σ>μῳ ἀνείληφε τήβεννον, ἥδονταί τε πάντες
  ἄνθρωποι συνδιεγειρομένας ὁρῶντες τῷ Σεβαστῷ τὰς ὑπὲρ τῶν παίδων εὐχάς, ἥ τε ἡ-
10   μετέρα πόλις ἐπὶ τῇ τοσαύτῃ εὐτυχίᾳ τὴν ἡμέραν τὴν ἐκ παιδὸς ἄνδρα τεληοῦσα[ν]
  αὐτὸν ἱερὰν ἔκρινεν εἶναι, ἐν ᾗ κατ’ ἐνιαυτὸν ἐν λαμπραῖς <ἐ>σθῆσιν στεφανηφορεῖν ἅπαντας, θ[υ]-
  σίας τε παριστάν<αι> τοῖς θεοῖς τοὺς κατ’ ἐνιαυτὸν στρατηγοὺς καὶ κατευχὰς ποιεῖσθαι διὰ τῶν
  ἱεροκηρύκων ὑπὲρ τῆς σωτηρίας αὐτοῦ, συνκαθιερῶσαι τε ἄγαλμα αὐτοῦ τῷ τοῦ πατρὸς ἐν-
  ιδρύοντας ναῶι, ἐν ᾗ τε εὐανγελίσθη ἡ πόλις ἡμέρᾳ καὶ τὸ ψήφισμα ἐκυρώθη καὶ ταύτην στε-
15   φ<αν>ηφορῆσαι τὴν ἡμέραν καὶ θυσίας τοῖς θεοῖς ἐκπρεπεστάτας ἐπιτελέσαι, πρεσβήαν τε
  ὑπὲρ τούτων στεῖλαι τὴν ἀφιξομένην εἰς Ῥώμην καὶ συνχαρησομένην αὐτῶι τε καὶ τῶι Σε-
[β]αστῶι· δεδόχθαι τῇ βουλῆι καὶ τῶι δήμωι ἐξαποσταλῆναι πρέσβεις ἐκ τῶν ἀρίστων ἀν-
  δρῶν τοὺς ἀσπασομένους τε παρὰ τῆς πόλεως καὶ ἀναδώσοντας αὐτῶι τοῦδε τοῦ δό-
  γματος τὸ ἀντίγραφον ἐσφραγισμένον τῇ δημοσίᾳ σφραγῖδι, διαλεξομένους τε τῶι Σε-
20   βαστῶι περὶ τῶν κοινῇ συμφερόντων τῇ τε Ἀσίαι καὶ τῆι πόλει. καὶ ᾑρέθησαν πρέσβεις Ἰόλλας Μητροδώρο[υ]
  καὶ Μηνογένη<ς> Ἰσιδώρου τοῦ Μηνογ<έ>νους.
II.22 Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸ<ς> Σεβα<σ>τός, ἀρχιερεύς, δημαρχικῆς ἐκξουσίας ιθʹ,
  Σαρδιανῶν ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσβεις ὑμῶν Ἰόλλας τε Μητροδώρου καὶ
  Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους συνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ παρ’  ὑμῶν
25   ψήφισμα ἀπέδοσαν δι’ οὗ τά τε δόξαντα ὑμεῖν περὶ ὑμῶν δηλοῦντες καὶ συνήδεσθε ἐπὶ τῆι τε-
  λειώσει τοῦ πρεσβυτέρου μου τῶν παίδων· ἐπαινῶ οὖν ὑμᾶς φιλοτειμουμένους ἀνθ’ ὧν εὐεργε-
  τῆσθε ὑπ’ ἐμοῦ εὐχαρίστους ἁτοὺς εἴς τε ἐμὲ καὶ τοὺς ἐμοὺς πάντας ἐνδείκνυσθαι· ἔρρωσθε.
III.28 εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῶι ἐξιόντι ἔτει
  ἐκλογιστής, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ἐκ προγόνων καὶ ἀνεστραμμένος ἐν τῆι ἀρχῆι ἐπιμελῶς καὶ
30   εὐτόνως, πεμφθεὶς πρεσβευτὴς εἰς Ῥώμην πρός τε τὸν Σεβαστὸν Καίσαρα καὶ πρὸς Γάϊον Καίσαρα
  τόν πρεσβύτατον τῶν παίδων αὐτοῦ καὶ τοὺς λοιποὺς ἄνδρας πρὸς οὓς ἀπεκόμισεν τὰ ψηφίσμα-
  τα ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, ἐτέλεσε τὴν πρεσβήαν εὐπρεπέστατα ἀξί-
  ως τῆς πόλεως, καὶ συντυχὼν τῶι Σεβαστῶι ἐδήλωσεν τὴν τῆς πόλεως ἐπὶ τῶι Γαΐωι χαρὰν καὶ
  περὶ ὅλον τὸν οἶκον αὐτοῦ εὔνοιαν, παραγενόμενός τε ἐν τῆι συναχθείσῃ δημοτελεῖ ἐκ<κ>λησίαι
35   τὴν ἀποπρεσβείαν ἐποιεῖτο, ὁ δὲ δῆμος ἀποδεξάμενος αὐτὸν καὶ ἐξ ὧν ἐκόμισεν ἀποκριμάτων
  τὸ σπουδαῖον αὐτοῦ καὶ ἐπιμελὲς καταμαθὼν ἐπηνέχθη τιμᾶν αὐτόν· δεδ<ό>χθαι τῆι βουλῇ τὰς μὲν
  τειμ<ὰ>ς αὐτοῦ εἰς τοὺς ἐννόμους ὑπερτεθεῖσθαι χρόνους, τὴν δὲ τοῦ δήμου εἰς αὑτὸν μα<ρ>τυρίαν
  δεδηλῶσθαι διὰ τοῦδε τοῦ ψηφίσματος, εἶναί τε αὐτὸν ἐν τῇ καλλίστῃ καὶ ἐν τούτοις ἀποδοχῇ.
IV.39 εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ βουλευτὴς καὶ ἐν τῷ
40   ἐξιόντι ἔτει ἀποδιχθεὶς ἔκδικος ὑπὸ τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, ἀνὴρ σπουδαῖος περὶ τὴ[ν]
  πατρίδα καὶ ἐν παντὶ παρεχόμενος ἑαυτὸν εὔνουν εἰς τὰ χρήσιμα τῶι δήμωι, πρεσβεύων καὶ ἐκδικῶ[ν]
  καὶ ἀναλῶν εἰς τὰ συνφέροντα, πρός τε τὸν Σεβαστὸν θεὸν Καίσαρα εἰς Ῥώμην ἀφικόμενος καὶ
  πρὸς Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ ὑπέρ τε τῶν Ἑλλήνων καὶ τοῦ δήμου καὶ τῆς γερουσίας ἡμῶ[ν]
  ὡς μάλιστα κοσμῆσαι τοὺς ἐκπέμψαντας δι’ ὧν ἐκόμισεν παρὰ τοῦ Σεβαστοῦ ἀποκριμάτων, ἔν [τε]
45   ταῖς ὑπὸ τῆς πατρίδος δεδομέναις αὐτῷ ἀρχαῖς καὶ λειτουργίαις ἀνεστρα<μ>μένος ἁγνῶς καὶ πιστ[ῶς]
  καὶ ἐπαξίως τοῦ γένους, ἐστὶν ἐν τῇ καλλίστῃ ἀποδοχῇ, ἐφ’ οἷς ὁ δῆμος καὶ διὰ τὴν λοιπὴν <ἀν>αστροφὴ[ν]
  καὶ ἐν πᾶσιν σεμνότητα αὐτοῦ ἐπηνέχθη τειμᾶν αὐτόν· νῦν δὲ ὄντων τῶν ἐννόμων χρόνων δεδό-
  χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπηνῆσθαί τε αὐτὸν τετειμῆσθαι δὲ καὶ εἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ καὶ
  ἀγάλματι μαρμαρινῷ, ἃ καὶ ἀνατεθῆναι ἐν τῇ ἀγορᾷ γενομένης ἐπιγραφῆς· ὁ δῆμος ἐτείμησεν
50   Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους πρεσβεύσαντα εἰς Ῥώμην πρὸς τὸν Σ<ε>βαστὸν Καίσαρα
  καὶ Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ, γενόμενον ἔκδικον τῶν Ἑλλήνων καὶ ἀναστραφέντα ἁγνῶς καὶ πιστῶ[ς].
V.52 Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος τῶν γερόντων καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμ<ίπ>που Παταγας λογιστὴς εἶπ[ον]·
  ἐπ<ε>ὶ, τῆς ἀποπρεσβείας γενηθείσης ὑπὸ Μηνογένους τοῦ Ἰσιδώρου τοῦ Μηνογένους τοῦ ἐν τῷ ἐξιό[ν]-
  τι ἔτει ἐκλογιστοῦ τῆς πόλεως ἡμῶν, ἀνδρὸς ἀγαθοῦ κατὰ πᾶσαν ἀρετὴν καὶ διὰ τῶν ἐνκεχιρισμένων αὐ-
55   τῶι ἀρχήων ὑπὸ τῆς πατρίδος ἀνεστρα<μ>μένου ἐπιμελῶς καὶ πιστῶς καὶ καθαρείως, ἔν τε τούτοις κα<ὶ> τῇ λ̣[οι]-
  πῇ τοῦ βίου σώφρονι καὶ κοσμίῳ ἀγωγῇ τῆς πρεπούσης ἀποδοχῆς καὶ παρὰ τῶι δήμωι καὶ τῇ γερουσίᾳ [τυν]-
  χάνοντος περὶ ὧν ἐπρέσβευσεν πρός τε τὸν Σεβαστὸν καὶ Γάϊον τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων καὶ τοὺ[ς]
  λοιποὺς ἡγεμόνας ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, καὶ ἀποδεδωκότος τὰ ἀποκρίματα ἄξια τῆς
  γερουσίας ἡμῶν, σπουδὴν εἰσενηνεγμένο<υ> φιλοφρόνως τοῦ καὶ ἐκ τῶν ἡγεμόνων τὸ ἀξίωμα αὐτῆς [δι]-
60   αφυλάσσειν, ἡ γερουσία ἀποδεξαμένη αὐτὸν ἔκρινεν νῦν μὲν τὸν ἀληθῆ καὶ καθήκ<ο>ντα αὐτῷ ἔπαιν[ον]
  διὰ τοῦ ψηφίσματος μαρτυρῆσαι περί τε τιμῶν αὐτῶι τῶν πρεπουσῶν γενέσθαι πρόνοιαν ἐν τοῖς κ[αθή]-
  κουσιν χρόνοις· δεδόχθαι γενέσθαι καθ’ ὅ τι προγέγραπται.
VI.63 Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμίππου Παταγας λογιστὴς [εἶπον]·
  ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῷ ἐξιόντι <ἔτει> ἐκλογιστὴς τῆς πόλεως ἡμ[ῶν, ἀνὴρ]
65   καλὸς καὶ ἀγαθὸς καὶ πατρὸς ἐκ προγόνων τιμίου, ἀπὸ τῆς ἐκ παιδὸς ἡλικίας ἠγμένος εὐτάκτως [καὶ δικαί(?)]-
  ως περί τε τὸ ἦθος καὶ τὴν λοιπὴν τοῦ βίου σώφρονα καταστολήν, γεγονὼς ἀνὴρ βέλτιστος ἐν [πᾶσιν καὶ]
  τυνχάνων τῆς καθηκούσης ἀποδοχῆς, διά τε τῆς ἀρχῆς παρεσχημένος ἑαυτὸν σπουδαῖον κα<ὶ> ε[ὔνουν]
  τῇ πατρίδι, εἱρέθη καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδο[ς πρός τε Αὐ]-
  τοκράτορα Καίσαρα Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτοῦ, καὶ ἐτέλεσεν τὴν πρεσβήαν καὶ ὑπὲρ τῶ[ν γερόντων]
70   ἐπιτυχῶς, οἱ δὲ γέροντες καὶ πρότερον μὲν αὐτὸν ἐπήνεσαν καὶ νῦν ἔκριναν, τῶν ἐννόμων ἐ[λθόντων]
  χρόνων, καὶ τιμῆσαι αὐτόν· δεδόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς γενομ[ένης τῆς]
  ἀναθέσεως ἐν τῷ πρεσβυτικῷ ἐπι<γ>ραφῆναι· ἡ γερουσία ἐτίμησεν Μηνογένην Ἰσιδώρου τοῦ Μη[νογένους]
  ἄνδρα καλὸν καὶ ἀγαθὸν, πρεσβεύσαντα δὲ καὶ ἰς Ῥώμην πρὸς τὸν Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτ[οῦ καὶ πρὸς]
  τοὺς λοιποὺς ἡ<γ>εμόνας καὶ ὑπὲρ τῆς γερουσίας ἐπιτυχῶς, ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς ἑατ[ήν].
VII.75 Χαρῖνος Χαρίνου Περγαμηνὸς, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστο[ῦ, Σαρδιανῶν]
  ἄρχουσι βουλῇ δήμῳ χαίρειν· ἐ<κ>κλησίας, ἀρχαιρετικῆς συναχθείσης καὶ συνελθόντων τῶν ἀπὸ τῶν [πόλεων ἑ]-
  κατὸν κ(αὶ) νʹ ἀνδρῶν τιμᾶν ἐπηνέχθησαν ἄθροοι τὸν καθ’ ἔτος ἔκδικον τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσί[ας Ἑλ]-
  λήνων Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην <ὑ>μῶν, διὰ τὴν ἐξ αὐτοῦ ἰς τὴν Ἀσίαν [εὔδη]-
  λον εὔνοιαν καὶ διὰ τὸ τὴν ἀρχὴν αὐτὸν τετελεκέναι καθαρῶς καὶ συνφερόντως, ἰκόνι γραπτῇ ἐνόπλῳ <ἐ>πιχρ[ύσῳ]
80   ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν βούληται πόλει τῆς Ἀσίας, ἐφ’ ἧς καὶ ἐπιγραφῆναι· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλ<λ>ηνες ἐτίμησ[αν]
  Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἔκδικον, τελέσαντα τὴν ἀρχὴν κα<θ>αρῶς καὶ σ[υν]-
  φερόντως τῇ Ἀσίᾳ· δι’ ὃ καὶ γεγράφαμεν ὑμεῖν περὶ τῶν τιμῶν αὐτοῦ ἵνα ἰδῆτε.
VIII.83 Δημήτριος Ἡρακλείδου Μασταυρείτης, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβα[σ]-
  τοῦ, Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν· Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην ὑμῶν
85   ἐπηνέχθησαν ἐπὶ τῶν ἀρχαιρεσιῶν οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες διὰ τὴν ἀρετὴν καὶ περὶ πάντα σεμν<ό>-
  τητα τειμῆσαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν καὶ ἐξεῖναι ἀναθεῖναι τῷ Μηνογένη ἐν ᾧ ἂν βούλη-
  ται τῶν τῆς Ἀσίας τόπων γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Μηνογένην
  Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἄνδρα ἀγαθὸν καὶ τίμιον τῇ Ἀσίᾳ.
IX.89 ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσ<ί>ας Ἕλλησιν γνώμη τοῦ ἀρχιερέως θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος
90   θεοῦ ὑοῦ Σεβαστοῦ Φιλιστήους τοῦ Ἀπολλοδώρου τοῦ Ἀπολλοδώρου φιλοπάτριδος Σμυρναίου· ἐπεὶ
  Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένου<ς> Σαρδιανὸς ἀνὴρ ἀγαθὸς καὶ ἐν τῇ πατρίδι πλείστης
  ἀποδοχῆς τυνχάνι ἐπί τε καλοκἀγαθίᾳ καὶ σεμνότητι καὶ πρεσβήαις ταῖς πρὸς τὸν Σεβαστὸν καὶ τῆι
  τῶν ἐνπεπιστευμένων ἀρχήων πίστει, χειροτονηθεὶς καὶ ἔκδικος τὸ δεύτερον ἁγνῶς καὶ ἐπιμε-
  λῶς τοῖς τῆς Ἀσίας πράγμασιν προσήδρευσεν, οὐδένα καιρὸν πρὸς τὸ συνφέρον τῶν Ἑλ<λ>ήνων παριεὶς
95   πάσῃ δὲ χρώμενος σπουδῇ, ἐφ’ οἷς δίκαιός ἐστιν τετειμῆσθαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν
  καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας ἐτίμησαν
  Ἕλληνες Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, τὸ δεύτερον ἔκδικον καὶ ἀνα-
  στραφέντα ἁγνῶς καὶ συνφερόντως τῇ Ἀσίᾳ, ἀρετῆς ἕνεκα πάσης.
X.99 ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν γνώμη Μάρκου Ἀντωνίου Λεπίδου Θυατιρηνοῦ, τοῦ ἀρχιερέως καὶ
100   ἀγωνοθέτου διὰ βίου τῶν μεγάλων Σεβαστῶν Καισαρήων θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος
  θεοῦ υἱοῦ Σεβαστοῦ, ἀρχιερέως μεγίστου καὶ πατρὸς τῆς πατρίδος καὶ τοῦ σύνπαντος τῶν ἀνθρώπων
  γένους· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανός, ἀνὴρ γένους ἐνδοξοτάτου
  καὶ πολλὰ παρὰ τῇ πατρίδι ἠνδραγαθηκότος διά τε ὧν ἐπιστεύθη ἀρχήων καὶ ἱερωσυνῶν, πρεσβεύ-
  σας τε καὶ πρὸς τὸν Σεβαστὸν Καίσαρα ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδος, καὶ πάντα
105   {καὶ πάντα} κατορθωσάμενος προσηκόντως καθὼς τὰ ἀποκρίματα περιέχι, γενόμενος δὲ καὶ τῆς
  Ἀσίας τὸ τρίτον ἔδικος, καὶ ἀναστραφεὶς ἁγνῶς καὶ συνφερόντως τοῖς τῆς Ἀσίας πράγμασιν ὡς
  μάλιστα ἐπηνῆσθαι καὶ τετιμῆσθαι αὐτὸν παρ’ ὅλον ἐν ταῖς ἀρχαιρεσίαις, δίκαιον δέ ἐστιν καὶ νῦν
  μαρτυρῆσαι τῷ ἀνδρὶ ὅτι οὐδέποτε ἐνλίπει τοῖς κοινοῖς τῆς Ἀσίας πράγμασιν, αἰεί ποτε δὲ αἴτιος παν-
  τὸς ἀγαθοῦ γίνεται· δι’ ὃ δεδ<ό>χθαι τῷ κοινῷ τῶν Ἑλλήνων τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ
110   ἐπιχρύσῳ, ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσί-
  ας Ἕλληνες ἐτίμησαν Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, γενόμενον τρὶς ἔ[κ]-
  δικον καὶ ἀναστραφέντα πιστῶς καὶ ἀξίως τοῦ γένους, ἀρετῆς ἕνεκα πάσης· τετιμῆσθαι δὲ καὶ
  Ἰσίδωρον Μηνογένους τοῦ Ἰσιδώρου Ἀσιανόν, τὸν υἱὸν αὐτοῦ γεγεννημένον ἐπὶ ταῖς καλλίσταις
  ἐλπίσιν, καὶ ἀνατεθῆναι αὐτοῦ ἰκόνα ἔνοπλον ἐπίχρυσον ἐν ᾗ ἂν πόλι βούληται τῆς Ἀσίας Μηνο-
115   γένης ὁ πατὴρ αὐτοῦ γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Ἰσίδωρον Μηνογέ-
  νους τοῦ Ἰσιδώρου Ἀσιανὸν τὸν Μηνογένους υἱόν, διὰ τὴν τοῦ πατρὸς αὐτοῦ πρὸς τὴν Ἀσίαν σπουδήν
  τε καὶ εὔνοιαν, ἀρετῆς ἕνεκα πάσης· ἐξῖναί τε τῷ Μηνογένη τὰ ἴδια τίμια καὶ τὰ τῶν προγόνων ἐν
  στήλῃ μαρμαρινῇ ἐνχαράξαι ἣν καὶ ἐπιτετράφθαι αὐτῷ ἐν ᾗ ἂν βουληθῆ τῆς Ἀσίας πόλι{ς} ἢ ἱερῷ ἀναστῆ-
  σαι, πεμφθῆναι δὲ τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον πρὸς Σαρδιανοὺς ἐσφραγισμένον τῇ ἱερᾷ σφ<ρ>αγῖδι.
XI.120 ἔδοξ<ε>ν τῇ βουλῇ περὶ ὧν εἰσήν<γ>ειλαν οἱ στρατηγοὶ Ποσιδώνιος Νικομάχου ὁ καὶ Νεικόμαχος καὶ Μωγέτης
  καὶ Παρδαλας καὶ Μοσχίων· ἐπειδὴ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ ἔκδικος τὸ τρίτον τῆς Ἀσίας,
  ἀνὴρ ἀγαθὸς καὶ εὐγενής, ἀπὸ τῆς πρώτης ἡλικίας σπουδάσας περὶ ἀρετήν, τέλειος ἀνὴρ γέγονεν, πισ-
  τευθείς τε παρὰ τῆς πατρίδος ἀρχὰς τιμιωτάτας ἐν πάσαις ἀνέστραπται ἁγνῶς καὶ ἐπιμελῶς καὶ
  πιστῶς, πρεσβεύσας τε πρός τε τὸν Σεβαστὸν καὶ τοὺς ἄλλους ἡγεμόνας ἐπιτυχῶς καλλίστοις
125   ἀποκρίμασιν τὴν πατρίδα ὑπὲρ τῶν συνφερόντων κεκόσμηκε, τῇ τε παρὰ τοῖς Ἕλλησι διαπρέπων
  γνώσει ἠξίωται τρὶς τῆς αὐτῆς ἀρχῆς διὰ βίον πιστὸν καὶ ἤθη ἀγαθὰ καὶ ἀνδρήαν, ἐφ’ οἷς ἅπασιν ἡ βου-
  λὴ ἐπαινέσασα αὐτὸν καὶ ἐπὶ τῷ ἱεροπρεπῶς τὴν Περγαμηνῶν ἱερωσύνην ἄρξαι ἔκρινε τιμῆσαι· δε-
  δόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι χαλκῇ, ἧς ἀνατεθείσης ἐν τῇ ἀγορᾷ γενέσθαι τὴν ἁρμόζουσαν ἐ[πι]-
  γραφὴν, τετιμῆσθαι δὲ αὐτοῦ καὶ τὸν υἱὸν Ἰσίδωρον ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς ἀνατεθίσης ἐν
130   τῷ παιδικῷ τυχῖν τῆς προσηκούσης τοῖς ἐψηφισμένοις ἐπιγραφῆς. ἐπετράπη τε αὐτῷ τὸ ψήφισμα
  ἐνχαράξαι εἰστήλην καθὼς καὶ οἱ Ἕλληνες ἐψηφίσαντο.
XII.132 ἔδοξεν τῇ βουλῇ περὶ ὧν ἰσήνγειλεν Χρυσόγονος Χρυσογόνου νεώτερος Οπινας, ὁ γραμ<μ>ατεὺς τοῦ δήμου
  τὸ δεύτερον καὶ ἀντάρχων τῶν στρατηγῶν· ἐπιδὴ ἐπελθόντες οἱ ἐν τῷ ἱερῷ τοῦ τε Πολιέως Διὸς
  καὶ τῆς Ἀρτέμιδος οἰκοῦντες ἠτήσαντο εὐχαριστίας ἕνεκαν καὶ ὧν πεπόνθασιν εὖ ἐκ Μηνογένο[υς]
135   τοῦ Ἰσιδώρου τοῦ Μηνογένους, ἀνδρὸς ἀγαθοῦ καὶ παρά τε τῇ πατρίδι τῆς καλλίστης τυνχάνοντος ἀπ[ο]-
  δοχῆς τε καὶ μαρτυρίας καὶ παρὰ τοῖς Ἕλλησιν τιμῆς, οἳ τρὶς ἤδη ἔκδικον αὐτὸν πεποίηνται ἑατῶν, ἰκόνα
  γραπτὴν ἔνοπλον ἐπίχρυσον τοῦ υἱοῦ αὐτοῦ ἀναθῖναι ἐπιτραπῆναι αὐτοῖς Ἰσιδώρου τοῦ Μηνογένους τοῦ
  Ἰσιδώρου Ἀσ[ια]νοῦ, καὶ ἡ βουλὴ διά τε τὸν πατέρα αὐτοῦ Μηνογένην καὶ διὰ τοὺς αἰτουμένους ἐπέτρεψεν· δε-
  δόχθαι ἀνατεθῆναι τὴν ἰκόνα αὐτοῦ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος, ἐφ’ ἧς καὶ γενέσθαι τὴν οἰκείαν ἐπιγραφήν.
Search Help
Contact Us