1
|
τὸ κοινὸν
|
|
τῶν ἐπὶ τῆς Ἀσίας
|
|
Ἑλλήνων καὶ ὁ δῆμος ὁ Σαρδι-
|
|
ανῶν καὶ ἡ γερουσία ἐτίμησαν Μηνογέ-
|
5
|
νην Ἰσιδώρου τοῦ Μηνογένους τοῖς ὑπογεγραμμένοις·
|
I.6
|
εἰσανγειλάντων Μητροδώρου Κόνωνος καὶ Κλεινίου καὶ Μουσαίου καὶ Διονυσίου στρατηγῶν·
|
|
ἐπεὶ Γάϊος Ἰούλιος Καῖσαρ ὁ πρεσβύτατος τῶν τοῦ Σεβαστοῦ παίδων τὴν εὐκταιοτάτην
|
|
ἐκ περιπορφύρου λαμπρὰν τῷ παντὶ κό<σ>μῳ ἀνείληφε τήβεννον, ἥδονταί τε πάντες
|
|
ἄνθρωποι συνδιεγειρομένας ὁρῶντες τῷ Σεβαστῷ τὰς ὑπὲρ τῶν παίδων εὐχάς, ἥ τε ἡ-
|
10
|
μετέρα πόλις ἐπὶ τῇ τοσαύτῃ εὐτυχίᾳ τὴν ἡμέραν τὴν ἐκ παιδὸς ἄνδρα τεληοῦσα[ν]
|
|
αὐτὸν ἱερὰν ἔκρινεν εἶναι, ἐν ᾗ κατ’ ἐνιαυτὸν ἐν λαμπραῖς <ἐ>σθῆσιν στεφανηφορεῖν ἅπαντας, θ[υ]-
|
|
σίας τε παριστάν<αι> τοῖς θεοῖς τοὺς κατ’ ἐνιαυτὸν στρατηγοὺς καὶ κατευχὰς ποιεῖσθαι διὰ τῶν
|
|
ἱεροκηρύκων ὑπὲρ τῆς σωτηρίας αὐτοῦ, συνκαθιερῶσαι τε ἄγαλμα αὐτοῦ τῷ τοῦ πατρὸς ἐν-
|
|
ιδρύοντας ναῶι, ἐν ᾗ τε εὐανγελίσθη ἡ πόλις ἡμέρᾳ καὶ τὸ ψήφισμα ἐκυρώθη καὶ ταύτην στε-
|
15
|
φ<αν>ηφορῆσαι τὴν ἡμέραν καὶ θυσίας τοῖς θεοῖς ἐκπρεπεστάτας ἐπιτελέσαι, πρεσβήαν τε
|
|
ὑπὲρ τούτων στεῖλαι τὴν ἀφιξομένην εἰς Ῥώμην καὶ συνχαρησομένην αὐτῶι τε καὶ τῶι Σε-
|
|
[β]αστῶι· δεδόχθαι τῇ βουλῆι καὶ τῶι δήμωι ἐξαποσταλῆναι πρέσβεις ἐκ τῶν ἀρίστων ἀν-
|
|
δρῶν τοὺς ἀσπασομένους τε παρὰ τῆς πόλεως καὶ ἀναδώσοντας αὐτῶι τοῦδε τοῦ δό-
|
|
γματος τὸ ἀντίγραφον ἐσφραγισμένον τῇ δημοσίᾳ σφραγῖδι, διαλεξομένους τε τῶι Σε-
|
20
|
βαστῶι περὶ τῶν κοινῇ συμφερόντων τῇ τε Ἀσίαι καὶ τῆι πόλει. καὶ ᾑρέθησαν πρέσβεις Ἰόλλας Μητροδώρο[υ]
|
|
καὶ Μηνογένη<ς> Ἰσιδώρου τοῦ Μηνογ<έ>νους.
|
II.22
|
Αὐτοκράτωρ Καῖσαρ θεοῦ υἱὸ<ς> Σεβα<σ>τός, ἀρχιερεύς, δημαρχικῆς ἐκξουσίας ιθʹ,
|
|
Σαρδιανῶν ἄρχουσι βουλῆι δήμωι χαίρειν· οἱ πρέσβεις ὑμῶν Ἰόλλας τε Μητροδώρου καὶ
|
|
Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους συνέτυχον ἐν Ῥώμῃ μοι καὶ τὸ παρ’ ὑμῶν
|
25
|
ψήφισμα ἀπέδοσαν δι’ οὗ τά τε δόξαντα ὑμεῖν περὶ ὑμῶν δηλοῦντες καὶ συνήδεσθε ἐπὶ τῆι τε-
|
|
λειώσει τοῦ πρεσβυτέρου μου τῶν παίδων· ἐπαινῶ οὖν ὑμᾶς φιλοτειμουμένους ἀνθ’ ὧν εὐεργε-
|
|
τῆσθε ὑπ’ ἐμοῦ εὐχαρίστους ἁτοὺς εἴς τε ἐμὲ καὶ τοὺς ἐμοὺς πάντας ἐνδείκνυσθαι· ἔρρωσθε.
|
III.28
|
εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῶι ἐξιόντι ἔτει
|
|
ἐκλογιστής, ἀνὴρ καλὸς καὶ ἀγαθὸς ἐκ προγόνων καὶ ἀνεστραμμένος ἐν τῆι ἀρχῆι ἐπιμελῶς καὶ
|
30
|
εὐτόνως, πεμφθεὶς πρεσβευτὴς εἰς Ῥώμην πρός τε τὸν Σεβαστὸν Καίσαρα καὶ πρὸς Γάϊον Καίσαρα
|
|
τόν πρεσβύτατον τῶν παίδων αὐτοῦ καὶ τοὺς λοιποὺς ἄνδρας πρὸς οὓς ἀπεκόμισεν τὰ ψηφίσμα-
|
|
τα ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, ἐτέλεσε τὴν πρεσβήαν εὐπρεπέστατα ἀξί-
|
|
ως τῆς πόλεως, καὶ συντυχὼν τῶι Σεβαστῶι ἐδήλωσεν τὴν τῆς πόλεως ἐπὶ τῶι Γαΐωι χαρὰν καὶ
|
|
περὶ ὅλον τὸν οἶκον αὐτοῦ εὔνοιαν, παραγενόμενός τε ἐν τῆι συναχθείσῃ δημοτελεῖ ἐκ<κ>λησίαι
|
35
|
τὴν ἀποπρεσβείαν ἐποιεῖτο, ὁ δὲ δῆμος ἀποδεξάμενος αὐτὸν καὶ ἐξ ὧν ἐκόμισεν ἀποκριμάτων
|
|
τὸ σπουδαῖον αὐτοῦ καὶ ἐπιμελὲς καταμαθὼν ἐπηνέχθη τιμᾶν αὐτόν· δεδ<ό>χθαι τῆι βουλῇ τὰς μὲν
|
|
τειμ<ὰ>ς αὐτοῦ εἰς τοὺς ἐννόμους ὑπερτεθεῖσθαι χρόνους, τὴν δὲ τοῦ δήμου εἰς αὑτὸν μα<ρ>τυρίαν
|
|
δεδηλῶσθαι διὰ τοῦδε τοῦ ψηφίσματος, εἶναί τε αὐτὸν ἐν τῇ καλλίστῃ καὶ ἐν τούτοις ἀποδοχῇ.
|
IV.39
|
εἰσανγειλάντων τῶν στρατηγῶν· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ βουλευτὴς καὶ ἐν τῷ
|
40
|
ἐξιόντι ἔτει ἀποδιχθεὶς ἔκδικος ὑπὸ τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, ἀνὴρ σπουδαῖος περὶ τὴ[ν]
|
|
πατρίδα καὶ ἐν παντὶ παρεχόμενος ἑαυτὸν εὔνουν εἰς τὰ χρήσιμα τῶι δήμωι, πρεσβεύων καὶ ἐκδικῶ[ν]
|
|
καὶ ἀναλῶν εἰς τὰ συνφέροντα, πρός τε τὸν Σεβαστὸν θεὸν Καίσαρα εἰς Ῥώμην ἀφικόμενος καὶ
|
|
πρὸς Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ ὑπέρ τε τῶν Ἑλλήνων καὶ τοῦ δήμου καὶ τῆς γερουσίας ἡμῶ[ν]
|
|
ὡς μάλιστα κοσμῆσαι τοὺς ἐκπέμψαντας δι’ ὧν ἐκόμισεν παρὰ τοῦ Σεβαστοῦ ἀποκριμάτων, ἔν [τε]
|
45
|
ταῖς ὑπὸ τῆς πατρίδος δεδομέναις αὐτῷ ἀρχαῖς καὶ λειτουργίαις ἀνεστρα<μ>μένος ἁγνῶς καὶ πιστ[ῶς]
|
|
καὶ ἐπαξίως τοῦ γένους, ἐστὶν ἐν τῇ καλλίστῃ ἀποδοχῇ, ἐφ’ οἷς ὁ δῆμος καὶ διὰ τὴν λοιπὴν <ἀν>αστροφὴ[ν]
|
|
καὶ ἐν πᾶσιν σεμνότητα αὐτοῦ ἐπηνέχθη τειμᾶν αὐτόν· νῦν δὲ ὄντων τῶν ἐννόμων χρόνων δεδό-
|
|
χθαι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπηνῆσθαί τε αὐτὸν τετειμῆσθαι δὲ καὶ εἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ καὶ
|
|
ἀγάλματι μαρμαρινῷ, ἃ καὶ ἀνατεθῆναι ἐν τῇ ἀγορᾷ γενομένης ἐπιγραφῆς· ὁ δῆμος ἐτείμησεν
|
50
|
Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους πρεσβεύσαντα εἰς Ῥώμην πρὸς τὸν Σ<ε>βαστὸν Καίσαρα
|
|
καὶ Γάϊον Καίσαρα τὸν υἱὸν αὐτοῦ, γενόμενον ἔκδικον τῶν Ἑλλήνων καὶ ἀναστραφέντα ἁγνῶς καὶ πιστῶ[ς].
|
V.52
|
Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος τῶν γερόντων καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμ<ίπ>που Παταγας λογιστὴς εἶπ[ον]·
|
|
ἐπ<ε>ὶ, τῆς ἀποπρεσβείας γενηθείσης ὑπὸ Μηνογένους τοῦ Ἰσιδώρου τοῦ Μηνογένους τοῦ ἐν τῷ ἐξιό[ν]-
|
|
τι ἔτει ἐκλογιστοῦ τῆς πόλεως ἡμῶν, ἀνδρὸς ἀγαθοῦ κατὰ πᾶσαν ἀρετὴν καὶ διὰ τῶν ἐνκεχιρισμένων αὐ-
|
55
|
τῶι ἀρχήων ὑπὸ τῆς πατρίδος ἀνεστρα<μ>μένου ἐπιμελῶς καὶ πιστῶς καὶ καθαρείως, ἔν τε τούτοις κα<ὶ> τῇ λ̣[οι]-
|
|
πῇ τοῦ βίου σώφρονι καὶ κοσμίῳ ἀγωγῇ τῆς πρεπούσης ἀποδοχῆς καὶ παρὰ τῶι δήμωι καὶ τῇ γερουσίᾳ [τυν]-
|
|
χάνοντος περὶ ὧν ἐπρέσβευσεν πρός τε τὸν Σεβαστὸν καὶ Γάϊον τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων καὶ τοὺ[ς]
|
|
λοιποὺς ἡγεμόνας ὑπέρ τε τῆς πόλεως καὶ τοῦ κοινοῦ τῶν Ἑλλήνων, καὶ ἀποδεδωκότος τὰ ἀποκρίματα ἄξια τῆς
|
|
γερουσίας ἡμῶν, σπουδὴν εἰσενηνεγμένο<υ> φιλοφρόνως τοῦ καὶ ἐκ τῶν ἡγεμόνων τὸ ἀξίωμα αὐτῆς [δι]-
|
60
|
αφυλάσσειν, ἡ γερουσία ἀποδεξαμένη αὐτὸν ἔκρινεν νῦν μὲν τὸν ἀληθῆ καὶ καθήκ<ο>ντα αὐτῷ ἔπαιν[ον]
|
|
διὰ τοῦ ψηφίσματος μαρτυρῆσαι περί τε τιμῶν αὐτῶι τῶν πρεπουσῶν γενέσθαι πρόνοιαν ἐν τοῖς κ[αθή]-
|
|
κουσιν χρόνοις· δεδόχθαι γενέσθαι καθ’ ὅ τι προγέγραπται.
|
VI.63
|
Ἡράκων Ἡράκωντος ὁ γυμνασίαρχος καὶ Ἀπολλώνιος Διοδώρου <τοῦ> Ἑρμίππου Παταγας λογιστὴς [εἶπον]·
|
|
ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους ὁ ἐν τῷ ἐξιόντι <ἔτει> ἐκλογιστὴς τῆς πόλεως ἡμ[ῶν, ἀνὴρ]
|
65
|
καλὸς καὶ ἀγαθὸς καὶ πατρὸς ἐκ προγόνων τιμίου, ἀπὸ τῆς ἐκ παιδὸς ἡλικίας ἠγμένος εὐτάκτως [καὶ δικαί(?)]-
|
|
ως περί τε τὸ ἦθος καὶ τὴν λοιπὴν τοῦ βίου σώφρονα καταστολήν, γεγονὼς ἀνὴρ βέλτιστος ἐν [πᾶσιν καὶ]
|
|
τυνχάνων τῆς καθηκούσης ἀποδοχῆς, διά τε τῆς ἀρχῆς παρεσχημένος ἑαυτὸν σπουδαῖον κα<ὶ> ε[ὔνουν]
|
|
τῇ πατρίδι, εἱρέθη καὶ πρεσβευτὴς εἰς Ῥώμην ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδο[ς πρός τε Αὐ]-
|
|
τοκράτορα Καίσαρα Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτοῦ, καὶ ἐτέλεσεν τὴν πρεσβήαν καὶ ὑπὲρ τῶ[ν γερόντων]
|
70
|
ἐπιτυχῶς, οἱ δὲ γέροντες καὶ πρότερον μὲν αὐτὸν ἐπήνεσαν καὶ νῦν ἔκριναν, τῶν ἐννόμων ἐ[λθόντων]
|
|
χρόνων, καὶ τιμῆσαι αὐτόν· δεδόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς γενομ[ένης τῆς]
|
|
ἀναθέσεως ἐν τῷ πρεσβυτικῷ ἐπι<γ>ραφῆναι· ἡ γερουσία ἐτίμησεν Μηνογένην Ἰσιδώρου τοῦ Μη[νογένους]
|
|
ἄνδρα καλὸν καὶ ἀγαθὸν, πρεσβεύσαντα δὲ καὶ ἰς Ῥώμην πρὸς τὸν Σεβαστὸν καὶ Γάϊον τὸν υἱὸν αὐτ[οῦ καὶ πρὸς]
|
|
τοὺς λοιποὺς ἡ<γ>εμόνας καὶ ὑπὲρ τῆς γερουσίας ἐπιτυχῶς, ἀρετῆς ἕνεκα καὶ εὐνοίας τῆς εἰς ἑατ[ήν].
|
VII.75
|
Χαρῖνος Χαρίνου Περγαμηνὸς, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβαστο[ῦ, Σαρδιανῶν]
|
|
ἄρχουσι βουλῇ δήμῳ χαίρειν· ἐ<κ>κλησίας, ἀρχαιρετικῆς συναχθείσης καὶ συνελθόντων τῶν ἀπὸ τῶν [πόλεων ἑ]-
|
|
κατὸν κ(αὶ) νʹ ἀνδρῶν τιμᾶν ἐπηνέχθησαν ἄθροοι τὸν καθ’ ἔτος ἔκδικον τοῦ κοινοῦ τῶν ἐπὶ τῆς Ἀσί[ας Ἑλ]-
|
|
λήνων Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην <ὑ>μῶν, διὰ τὴν ἐξ αὐτοῦ ἰς τὴν Ἀσίαν [εὔδη]-
|
|
λον εὔνοιαν καὶ διὰ τὸ τὴν ἀρχὴν αὐτὸν τετελεκέναι καθαρῶς καὶ συνφερόντως, ἰκόνι γραπτῇ ἐνόπλῳ <ἐ>πιχρ[ύσῳ]
|
80
|
ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν βούληται πόλει τῆς Ἀσίας, ἐφ’ ἧς καὶ ἐπιγραφῆναι· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλ<λ>ηνες ἐτίμησ[αν]
|
|
Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἔκδικον, τελέσαντα τὴν ἀρχὴν κα<θ>αρῶς καὶ σ[υν]-
|
|
φερόντως τῇ Ἀσίᾳ· δι’ ὃ καὶ γεγράφαμεν ὑμεῖν περὶ τῶν τιμῶν αὐτοῦ ἵνα ἰδῆτε.
|
VIII.83
|
Δημήτριος Ἡρακλείδου Μασταυρείτης, ὁ ἀρχιερεὺς θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος θεοῦ υἱοῦ Σεβα[σ]-
|
|
τοῦ, Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν· Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους τὸν πολείτην ὑμῶν
|
85
|
ἐπηνέχθησαν ἐπὶ τῶν ἀρχαιρεσιῶν οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες διὰ τὴν ἀρετὴν καὶ περὶ πάντα σεμν<ό>-
|
|
τητα τειμῆσαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν καὶ ἐξεῖναι ἀναθεῖναι τῷ Μηνογένη ἐν ᾧ ἂν βούλη-
|
|
ται τῶν τῆς Ἀσίας τόπων γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Μηνογένην
|
|
Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, ἄνδρα ἀγαθὸν καὶ τίμιον τῇ Ἀσίᾳ.
|
IX.89
|
ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσ<ί>ας Ἕλλησιν γνώμη τοῦ ἀρχιερέως θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος
|
90
|
θεοῦ ὑοῦ Σεβαστοῦ Φιλιστήους τοῦ Ἀπολλοδώρου τοῦ Ἀπολλοδώρου φιλοπάτριδος Σμυρναίου· ἐπεὶ
|
|
Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένου<ς> Σαρδιανὸς ἀνὴρ ἀγαθὸς καὶ ἐν τῇ πατρίδι πλείστης
|
|
ἀποδοχῆς τυνχάνι ἐπί τε καλοκἀγαθίᾳ καὶ σεμνότητι καὶ πρεσβήαις ταῖς πρὸς τὸν Σεβαστὸν καὶ τῆι
|
|
τῶν ἐνπεπιστευμένων ἀρχήων πίστει, χειροτονηθεὶς καὶ ἔκδικος τὸ δεύτερον ἁγνῶς καὶ ἐπιμε-
|
|
λῶς τοῖς τῆς Ἀσίας πράγμασιν προσήδρευσεν, οὐδένα καιρὸν πρὸς τὸ συνφέρον τῶν Ἑλ<λ>ήνων παριεὶς
|
95
|
πάσῃ δὲ χρώμενος σπουδῇ, ἐφ’ οἷς δίκαιός ἐστιν τετειμῆσθαι ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἣν
|
|
καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας ἐτίμησαν
|
|
Ἕλληνες Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, τὸ δεύτερον ἔκδικον καὶ ἀνα-
|
|
στραφέντα ἁγνῶς καὶ συνφερόντως τῇ Ἀσίᾳ, ἀρετῆς ἕνεκα πάσης.
|
X.99
|
ἔδοξεν τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησιν γνώμη Μάρκου Ἀντωνίου Λεπίδου Θυατιρηνοῦ, τοῦ ἀρχιερέως καὶ
|
100
|
ἀγωνοθέτου διὰ βίου τῶν μεγάλων Σεβαστῶν Καισαρήων θεᾶς Ῥώμης καὶ Αὐτοκράτορος Καίσαρος
|
|
θεοῦ υἱοῦ Σεβαστοῦ, ἀρχιερέως μεγίστου καὶ πατρὸς τῆς πατρίδος καὶ τοῦ σύνπαντος τῶν ἀνθρώπων
|
|
γένους· ἐπεὶ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανός, ἀνὴρ γένους ἐνδοξοτάτου
|
|
καὶ πολλὰ παρὰ τῇ πατρίδι ἠνδραγαθηκότος διά τε ὧν ἐπιστεύθη ἀρχήων καὶ ἱερωσυνῶν, πρεσβεύ-
|
|
σας τε καὶ πρὸς τὸν Σεβαστὸν Καίσαρα ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἑλλήνων καὶ τῆς πατρίδος, καὶ πάντα
|
105
|
{καὶ πάντα} κατορθωσάμενος προσηκόντως καθὼς τὰ ἀποκρίματα περιέχι, γενόμενος δὲ καὶ τῆς
|
|
Ἀσίας τὸ τρίτον ἔδικος, καὶ ἀναστραφεὶς ἁγνῶς καὶ συνφερόντως τοῖς τῆς Ἀσίας πράγμασιν ὡς
|
|
μάλιστα ἐπηνῆσθαι καὶ τετιμῆσθαι αὐτὸν παρ’ ὅλον ἐν ταῖς ἀρχαιρεσίαις, δίκαιον δέ ἐστιν καὶ νῦν
|
|
μαρτυρῆσαι τῷ ἀνδρὶ ὅτι οὐδέποτε ἐνλίπει τοῖς κοινοῖς τῆς Ἀσίας πράγμασιν, αἰεί ποτε δὲ αἴτιος παν-
|
|
τὸς ἀγαθοῦ γίνεται· δι’ ὃ δεδ<ό>χθαι τῷ κοινῷ τῶν Ἑλλήνων τετιμῆσθαι αὐτὸν ἰκόνι γραπτῇ ἐνόπλῳ
|
110
|
ἐπιχρύσῳ, ἣν καὶ ἀνατεθῆναι ἐν ᾗ ἂν πόλει βούληται τῆς Ἀσίας γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσί-
|
|
ας Ἕλληνες ἐτίμησαν Μηνογένην Ἰσιδώρου τοῦ Μηνογένους Σαρδιανόν, γενόμενον τρὶς ἔ[κ]-
|
|
δικον καὶ ἀναστραφέντα πιστῶς καὶ ἀξίως τοῦ γένους, ἀρετῆς ἕνεκα πάσης· τετιμῆσθαι δὲ καὶ
|
|
Ἰσίδωρον Μηνογένους τοῦ Ἰσιδώρου Ἀσιανόν, τὸν υἱὸν αὐτοῦ γεγεννημένον ἐπὶ ταῖς καλλίσταις
|
|
ἐλπίσιν, καὶ ἀνατεθῆναι αὐτοῦ ἰκόνα ἔνοπλον ἐπίχρυσον ἐν ᾗ ἂν πόλι βούληται τῆς Ἀσίας Μηνο-
|
115
|
γένης ὁ πατὴρ αὐτοῦ γενομένης ἐπιγραφῆς· οἱ ἐπὶ τῆς Ἀσίας Ἕλληνες ἐτίμησαν Ἰσίδωρον Μηνογέ-
|
|
νους τοῦ Ἰσιδώρου Ἀσιανὸν τὸν Μηνογένους υἱόν, διὰ τὴν τοῦ πατρὸς αὐτοῦ πρὸς τὴν Ἀσίαν σπουδήν
|
|
τε καὶ εὔνοιαν, ἀρετῆς ἕνεκα πάσης· ἐξῖναί τε τῷ Μηνογένη τὰ ἴδια τίμια καὶ τὰ τῶν προγόνων ἐν
|
|
στήλῃ μαρμαρινῇ ἐνχαράξαι ἣν καὶ ἐπιτετράφθαι αὐτῷ ἐν ᾗ ἂν βουληθῆ τῆς Ἀσίας πόλι{ς} ἢ ἱερῷ ἀναστῆ-
|
|
σαι, πεμφθῆναι δὲ τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον πρὸς Σαρδιανοὺς ἐσφραγισμένον τῇ ἱερᾷ σφ<ρ>αγῖδι.
|
XI.120
|
ἔδοξ<ε>ν τῇ βουλῇ περὶ ὧν εἰσήν<γ>ειλαν οἱ στρατηγοὶ Ποσιδώνιος Νικομάχου ὁ καὶ Νεικόμαχος καὶ Μωγέτης
|
|
καὶ Παρδαλας καὶ Μοσχίων· ἐπειδὴ Μηνογένης Ἰσιδώρου τοῦ Μηνογένους, ὁ ἔκδικος τὸ τρίτον τῆς Ἀσίας,
|
|
ἀνὴρ ἀγαθὸς καὶ εὐγενής, ἀπὸ τῆς πρώτης ἡλικίας σπουδάσας περὶ ἀρετήν, τέλειος ἀνὴρ γέγονεν, πισ-
|
|
τευθείς τε παρὰ τῆς πατρίδος ἀρχὰς τιμιωτάτας ἐν πάσαις ἀνέστραπται ἁγνῶς καὶ ἐπιμελῶς καὶ
|
|
πιστῶς, πρεσβεύσας τε πρός τε τὸν Σεβαστὸν καὶ τοὺς ἄλλους ἡγεμόνας ἐπιτυχῶς καλλίστοις
|
125
|
ἀποκρίμασιν τὴν πατρίδα ὑπὲρ τῶν συνφερόντων κεκόσμηκε, τῇ τε παρὰ τοῖς Ἕλλησι διαπρέπων
|
|
γνώσει ἠξίωται τρὶς τῆς αὐτῆς ἀρχῆς διὰ βίον πιστὸν καὶ ἤθη ἀγαθὰ καὶ ἀνδρήαν, ἐφ’ οἷς ἅπασιν ἡ βου-
|
|
λὴ ἐπαινέσασα αὐτὸν καὶ ἐπὶ τῷ ἱεροπρεπῶς τὴν Περγαμηνῶν ἱερωσύνην ἄρξαι ἔκρινε τιμῆσαι· δε-
|
|
δόχθαι τετιμῆσθαι αὐτὸν ἰκόνι χαλκῇ, ἧς ἀνατεθείσης ἐν τῇ ἀγορᾷ γενέσθαι τὴν ἁρμόζουσαν ἐ[πι]-
|
|
γραφὴν, τετιμῆσθαι δὲ αὐτοῦ καὶ τὸν υἱὸν Ἰσίδωρον ἰκόνι γραπτῇ ἐνόπλῳ ἐπιχρύσῳ, ἧς ἀνατεθίσης ἐν
|
130
|
τῷ παιδικῷ τυχῖν τῆς προσηκούσης τοῖς ἐψηφισμένοις ἐπιγραφῆς. ἐπετράπη τε αὐτῷ τὸ ψήφισμα
|
|
ἐνχαράξαι εἰστήλην καθὼς καὶ οἱ Ἕλληνες ἐψηφίσαντο.
|
XII.132
|
ἔδοξεν τῇ βουλῇ περὶ ὧν ἰσήνγειλεν Χρυσόγονος Χρυσογόνου νεώτερος Οπινας, ὁ γραμ<μ>ατεὺς τοῦ δήμου
|
|
τὸ δεύτερον καὶ ἀντάρχων τῶν στρατηγῶν· ἐπιδὴ ἐπελθόντες οἱ ἐν τῷ ἱερῷ τοῦ τε Πολιέως Διὸς
|
|
καὶ τῆς Ἀρτέμιδος οἰκοῦντες ἠτήσαντο εὐχαριστίας ἕνεκαν καὶ ὧν πεπόνθασιν εὖ ἐκ Μηνογένο[υς]
|
135
|
τοῦ Ἰσιδώρου τοῦ Μηνογένους, ἀνδρὸς ἀγαθοῦ καὶ παρά τε τῇ πατρίδι τῆς καλλίστης τυνχάνοντος ἀπ[ο]-
|
|
δοχῆς τε καὶ μαρτυρίας καὶ παρὰ τοῖς Ἕλλησιν τιμῆς, οἳ τρὶς ἤδη ἔκδικον αὐτὸν πεποίηνται ἑατῶν, ἰκόνα
|
|
γραπτὴν ἔνοπλον ἐπίχρυσον τοῦ υἱοῦ αὐτοῦ ἀναθῖναι ἐπιτραπῆναι αὐτοῖς Ἰσιδώρου τοῦ Μηνογένους τοῦ
|
|
Ἰσιδώρου Ἀσ[ια]νοῦ, καὶ ἡ βουλὴ διά τε τὸν πατέρα αὐτοῦ Μηνογένην καὶ διὰ τοὺς αἰτουμένους ἐπέτρεψεν· δε-
|
|
δόχθαι ἀνατεθῆναι τὴν ἰκόνα αὐτοῦ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος, ἐφ’ ἧς καὶ γενέσθαι τὴν οἰκείαν ἐπιγραφήν.
|