[ ]
Lyd. — Sardis (Sart) — ca. 200 BC
I.1 | [— — —c.36— — —] ἐπερωτήσαντος Χαιρέο[υ ․․]ε[․․․․․]ω[․․․․․․]εσε[․c.2․] |
[․․․․․․․․․․]ς καὶ ὕστερον ἐπέκρινέ μοι τὸν οἶκον Ἀντίγονος· ἐπειδὴ νῦν οἱ νεωποῖαι τὸ χρυσίον τῆς | |
[παρακαταθή]κ̣ης τὸ τῆς Ἀρτέμιδος ἀπαιτοῦσιν παρ’ ἐμοῦ, ἐγὼ δὲ οὐκ ἔχω πόθεν ἀποδώσω αὐτοῖς, ἔστι οὖν | |
[τὸ καθ’ ἓν το]ῦ οἴκου κῶμαι αἵδε <αἳ> καλοῦνται Τοβαλμουρα κώμη ἐν Σαρδιανῶι πεδίωι ἐν Ἴλου ὄρει· προσκύρουσιν δὲ | |
5 | [πρὸς τὴν κώ]μ̣ην ταύτην καὶ ἄλλαι κῶμαι ἣ καλεῖται Τανδου καὶ Κομβδιλιπια, φόρος τῶν κωμῶν εἰς τὴν Πυθέου |
[․․․․․․ χ]ιλιαρχίαν τοῦ ἐνιαυτοῦ χρυσοῖ πεντήκοντα· ἔστι δὲ καὶ κλῆρος ἐν Κιναροα πλησίον Τοβαλμουρα, | |
[φόρος το]ῦ̣ ἐνιαυτοῦ χρυσοῖ τρεῖς· ἔστι δὲ καὶ ἄλλη κώμη Περιασασωστρα ἐν Μορστου ὕδατι, φόρος εἰς τὴν | |
[․․․․․․․․]αρίου χιλιαρχίαν τοῦ ἐνιαυτοῦ χρυσοῖ πεντήκοντα ἑπτά· ἔστι δὲ καὶ <ἐν> Μορστου ὕδατι κλῆρος | |
ἐν Να̣γριοα, φόρος εἰς τὴν Σαγαρίου Κορειδος χιλιαρχίαν χρυσοῖ τρεῖς ὀβολοὶ χρυσίου τέσσαρες· ἔστι δὲ | |
10 | καὶ ἄλλη κώμη ἐν Ἀττούδδοις ἣ καλεῖται Ἴλου κώμη, φόρος τοῦ ἐνιαυτοῦ χρυσοῖ τρεῖς ὀβολοὶ χρυσίου τρεῖς· |
ἐκ πασῶν οὖν τῶν κωμῶν καὶ ἑκ τῶν κλήρων καὶ τῶν οἰκοπέδων προσκυρόντων καὶ τῶν λαῶν πανοικίων | |
σὺν τοῖς ὑπάρχουσιν καὶ τῶν ἀγγείων τῶν οἰνηρῶν καὶ τοῦ φόρου τοῦ ἀργυρικοῦ καὶ τοῦ λητουργικοῦ καὶ τῶν | |
ἄλλων τῶν γινομένων ἐκ τῶν κωμῶν καὶ χωρὶς τούτων ἔτι πλέον, τῆς διαιρέσεως γενομένης, | |
ἐξαίρημα ἔλαβεν Πύθεος καὶ Ἄδραστος ἐν Τβαλμουροις αὐλήν, καὶ ἔξω τῆς αὐλῆς εἰσιν οἰκίαι τῶν | |
15 | λαῶν καὶ τῶν οἰκετῶν καὶ παράδεισοι δύο σπόρου ἀρταβῶν δεκαπέντε, καὶ ἐν Περιασασωστροις |
οἰκόπεδα σπόρου ἀρταβῶν τριῶν καὶ παράδεισοι σπόρου ἀρτα<β>ῶν τριῶν καὶ οἰκέται οἱ κατοικοῦντες | |
ἐν τούτωι τῶι τόπωι, ἐν Τβαλμουροις Ἔφεσος Ἀδράστου, Καδοας Ἀδράστου, Ἡρακλείδης Βελετρου, | |
Τυιος Μανεου Καΐκου, ἐν Περιασασωστροις οἱ κατοικοῦντες Καδοας Αρμανανδου, Ἄδραστος Μανεου | |
II.1 | [— — —c.16— — — μηθ]ὲ̣[ν ἐξέστω μή]τ̣ε̣ ἐμοὶ μήτ̣ε̣ [τοῖς ἐμοῖς ἐκγόνοις μήτ]ε̣ [— —c.10— —] |
μήτε ἄλ<λ>ωι μηθενὶ μηκέτι ἀπολύσασθαι· καὶ ἐάν τις ἐμποιῆται ὑπέρ τινος τῶν κωμῶν ἢ τῶν κλήρων | |
ἢ ὑπὲρ τῶν ἄλλων τῶν ὧδε γεγραμμένων ἐγὼ καὶ οἱ ἐμοὶ ἔκγονοι βεβαιώσομεν καὶ τὸν ἀντιποιούμενον | |
ἐξαλλάξ<ο>μεν, ἐὰν δὲ μὴ βεβαιώσωμεν ἢ παρὰ τὴν συγγραφὴν παραβαίνωμεν τήνδε γεγραμμένην | |
5 | ἐπ[ὶ] τὰς κώμας καὶ τοὺς κλήρους καὶ τὰ χωρία καὶ τοὺς οἰκέτας ἅπαντας εἰς τὰ Ἀρτέμιδος ἐχέτωσαν, |
καὶ οἱ νεωποιοὶ ὑπὲρ τούτων ἐκδικαιούσθωσαν καὶ κρινέσθωσαν πρὸς τοὺς ἀντιποιουμένους | |
ὡς ἂν βούλωνται, καὶ ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι ἀποτείσομεν εἰς τ<ὰ> Ἀρτέμιδος | |
χρυσοῦς δισχιλίους ἐξακοσίους πεντήκοντα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν | |
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου οὖν χρυσίου ἄξια ἦι καὶ ταῦτα | |
10 | ἀποδώσομεν, καὶ τῶν οἰκοδομη<μά>των καὶ φυτευμάτων τῶν τῆς Ἀρτέμιδος ἢ ἄλλο τι ὅ τι ἂν ποιήσωσιν |
ὅσου χρυσίου ἄξια ἦι τὴν ἀξίαν ἀποδώσομεν, μέχρι δὲ ὅσου μὴ ἀποδῶμεν ἔστω ἡμῖν ἐν παρακαταθήκηι | |
τέως ἂν ἅπαν ἀποδῶμεν· ἐὰν δὲ τὰς κώμας ἢ τοὺς κλήρους ἢ τῶν ἄλλων τι τῶν ὑποκειμένων | |
ἐὰν ὁ βασιλεὺς ἀφέληται τῆι Ἀρτέμιδι διὰ Μνησίμαχον, τὸ χρυσίον οὖν τὸ ἀρχαῖον τὴν παρακαταθήκην | |
τοὺς χιλίους τριακοσίους εἰκοσιπέντε χρυσοῦς αὐτοὶ παραχρῆμα ἀποδώσομεν εἰς τὰ Ἀρτέμιδος | |
15 | ἐγὼ Μνησίμαχος καὶ οἱ ἐμοὶ ἔκγονοι, καὶ τῶν οἰκοδομημάτων καὶ φυτευμάτων τῆς Ἀρτέμιδος |
ὅσου ἂν ἄξια ἦι τὴν ἀξίαν ἀποδώσομεν παραχρῆμα, καὶ ὑπὲρ τῶν γενημάτων καὶ τῶν καρπῶν | |
ἐὰν μὴ καρπεύσωνται ἐν ἐκείνωι τῶι ἔτει εἰς τὰ Ἀρτέμιδος ὁπόσου ἂν χρυσίου ἄξια ἦι καὶ ταῦτα | |
ἀποδώσομεν, μέχρι δὲ ὅσου μὴ ἀποδῶμεν ἔστω ἐν ἐμοὶ ἐν παρα<κα>ταθήκηι καὶ ἐν τοῖς ἐμοῖς ἐκγόνοις | |
ἕως ἂν ἅπαν ἀποδῶμεν εἰς τὰ Ἀρτέμιδος· καὶ ἡ πρᾶξις τέως ἂν ἐξ ἡμῶν μήπω γένηται ἐξεῖναι. |