Honorary inscription for (Caelius) Montius, proconsul, in elegiacs, for building activity, on marble slab; AD 340/350; found at Tralles: Pappakonstantinou, REA 11, 1909, 296-300; AnnEpig 1910, 58; Hellenica 4, 112-114; SEG 15, 664; BE 1949:172; *ITralles 152.  
[ ] ITral 152
1 καὶ τόδε σῆς ἀρετῆς
πανεπίφρονος ἔξοχον ἔργον,
Μόντιε κυδήεις, ἀνθυπάτων
ὕπατε, ὃς δολιχοῖς α<ἰ>ῶσι{ν}
5 κατ’ οὔδεος ὕδατος ὁλκὸν
κείμενον ὀρθώσας ἄστυ
τόδ’ ἠγλ̣ά̣ϊ̣σας, καὶ ποταμ̣ὸ̣ν̣
σταδίοισι τριηκοσίοισιν
ὁδεύσας, οὔρεα τετρήνας,
10 ἐς πόλιν ἠνύσαο· τούνεκα
Τραλλιανῶν ἐπὶ ἔργῳ
στῆσέ σε βουλή, σωτῆρα
κτίστην Μόντιον ἁζομένη.
Search Help
Contact Us