Honorary inscription for Aulus Fabricius Priscianus
Charmosynos by [boule, demos,] and Romans [in Tralles]; c. AD
129̣; found at Tralles: CIG 2927; Dürr, Die Reisen des Kaisers
Hadrian 107 no. 23; *ITralles 80; **Migeotte, L’emprunt public
no. 100.a (l. 9).
[ ]
ITral 80
0 | [ἡ βουλὴ καὶ ὁ δῆμος καὶ οἱ ἐν Τράλλεσι] |
<κ>α<τ>οι<κ>ο[ῦ]ν̣τες Ῥωμαῖοι ἐτείμησαν Αὖλον Φαβρίκιον | |
Πρεισκιανὸν Χαρμόσυνον στρατηγήσαντα | |
τῆς πόλεως αὐθαιρέτως, σειτωνήσαντα δὲ | |
καὶ τὸν ἀπὸ Αἰγύπτου σεῖτον συνχωρηθέντα | |
5 | τῇ πατρίδι αὐτοῦ ὑπὸ τοῦ κυρίου Καίσαρος |
Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ μοδίων μυρι- | |
άδας ἓξ καὶ προχρήσαντα ἐκ τῶν ἰδίων | |
τὴν τειμὴν τοῦ σείτου καὶ τὰς γενομένας | |
μέχρι<ς> ἐνθάδε δαπάνας, ἄνδρα ἀγα- | |
10 | θὸν καὶ φιλόπατριν, πάσῃ κεκοσμημένον |
ἀρετῇ καὶ πίστει, καθὼς ἡ πατρὶς αὐτῷ | |
ἐμαρτύρησεν πολλάκις διὰ τῆς γενομένης | |
εἰς αὐτὸν τειμῆς ἔν τε τοῖς ἄκτοις καὶ | |
τοῖς ψηφίσμασι τῆς τε βουλῆς καὶ τοῦ δήμου· | |
15 | γενόμενον ἐ̣πὶ στε̣φανηφόρ̣[ου Κλαυ]δίας τ̣[ῆς ․․․]ωνί- |
δου νε[—] |