Honorary inscription for M(arcus) Aur(elius) Zosimos,
Asiarch, by demos of Aptyrathetai; c. 3m; found at Bekiorou
near İncirliova: BCH 19, 1895, 560; MDAI(A) 21, 1896,
114-116, no. 4; *ITralles 69.
[ ]
ITral 69
1 | [ἀγ]αθῆι τύχηι· |
ὁ ἱερώ̣τατος καὶ σεμ̣νό- | |
τατος δῆμος Ἀπτυραθει- | |
τῶν ἐτείμησεν Μ(ᾶρκον) Αὐρ(ήλιον) Ζώ- | |
5 | σιμον φιλοσέβαστον |
υἱὸν Τυχικοῦ στεφανηφόρου | |
καὶ ἀσιάρχου καὶ αὐτὸν ἀσιάρχην, | |
τειμηθέντα διά τε τοῦ πατρὸς | |
καὶ δι’ αὐτοῦ βασιλικαῖς δωρεαῖς, | |
10 | συνγ̣ενῆ συ<ν>κλητικῶν καὶ ὑπα- |
τικῶν, τὸν λογιστὴν καὶ ἐν | |
πᾶσιν εὐεργέτην ἀπὸ τῶν | |
ἰδίων προσόδων, | |
προνοησαμένων τῆς τειμῆς | |
15 | Μ(άρκου) Αὐρ(ηλίου) Νεικοπολιανοῦ τοῦ Πυ- |
θώνακτος γραμματέως τῆς | |
πόλεως καὶ τῆς κατοικίας | |
ἐν πᾶσιν λιτουργοῦ καὶ | |
Φιλοκράτους τοῦ Φίλω- | |
20 | νος ἀγορανόμου τῆς κα- |
τοικίας· | |
ε̣ὐτ̣υχῶς. |