Letter of proconsul Taurus concerning Pylitai, with
acclamations by boule and artist’s signature (?) by Aur(elius)
Iulianus of Halikarnassos; 32; now at Tralles, prob. from
Tralles, perhaps from territory of Magnesia Mai.: Malay, EA 11,
1988, 53-57 (PH); *Nollé, EA 15, 1990, 121-125.
[ ]
EA 15, 1990, 121-25
1 | [τὸ] εὐχάριστον ὑμῶν καὶ ἀγα- |
θὴν γνώμην ἥνπερ οὖν ἐπ̣ὶ̣ το̣[ῖς] | |
Πυλείταις ἀμειβόμενοι αὐτῶν | |
τὴν περὶ ὑμᾶς εὐποιΐαν τε καὶ | |
5 | σπουδὴν ἔχε̣τ̣ε̣ κεκύρωκά |
τε καὶ αὐτὸς σύμψηφος ὑμῶν | |
τῇ γνωμῇ γεινόμενος βεβαιῶ. | |
[ἔ]ρρωσθε· ἧς ἀναγνωσθείσης ἡ βου- | |
λ̣ὴ̣ ε̣ἶ̣[π]ε· μεγάλῳ ἀνθυπάτῳ Ταύ- | |
10 | ρῳ· ναοῖς τὸν σωτῆρα· πάσῃ τειμῇ |
[β]ο̣υ̣λ̣ὴ̣ν δῆμον τετείμηκας. ἄξι- | |
[οι Πυ]λεῖται τῶν δωρεῶν, ἄξιοι Πυ- | |
[λεῖται] πλειόνων· εἷς ἄπ’ αἰῶνος, Εὔ- | |
[μηλε·] οὐᾷ, καλῶς, ἀρχιερεῦ· μέ- | |
15 | [γα τὸ ὄνομ]α Διονύσου· Εὐμήλῳ με- |
[γάλῳ κη]δεμόνι Πυλειτῶν· Εὔμη- | |
[λον πάν]τα τὰ δίκαια Πυλείταις ἐν | |
[στήλῃ] ἀναγράψαι. Εὔμηλος εἶπεν· | |
[ἀξιού]ντων ὑμῶν ταῦτα ἐν στή- | |
20 | [λῃ ἀναγραφήσε]ται. Ζωτικὸς εἶ- |
[πεν — ἀ]ποτεθήσεται καὶ | |
[ἡ ἐπιστο]λ̣ὴ̣ τοῦ λαμπροτάτου ἀν- | |
[θυπ]άτου Ταύρου ἐν τῷ ἀρχείῳ· | |
[ἀπε]δόθη ἡ ἐπιστολὴ τῷ ὑπηρέ- | |
25 | [τῃ το]ῦ ἀρχείου. |
[ὁ ἱε]ρώτατος δῆμος τῶ[ν] | |
[Πυλ]ειτῶν λαβόντες τὰς δ[ω]- | |
[ρε]ὰ̣ς̣ πάσας παρὰ τῆς φιλο[σε]- | |
[βάστου βουλῆς καὶ δήμου | |
30 | [τ]ὰς στήλας ἀνέστησαν· |
Αὐρ(ήλιος) Ἰουλιανὸς Ἁλικαρνα[σ]- | |
σεὺς ἔγλυψε· εὐχαριστ[εῖ] | |
τῷ δήμῳ Αὐρ(ήλιος) Τρύφων Μ[ά]- | |
γνης μετὰ ἐπιστάτου. |