Peace treaty between Theangela and Eupolemos, with oath
safeguarding peace, as well as curse; c. 310 BC; found at
Theangela: Hicks, CR 3, 1889, 235-236, no. 2; Rostovtzeff, REA
33, 1931, 8, no. I (PH); Robert, AC 1935, 157 (non vidi);
*Robert, Coll. Froehner no. 52 (PH); Staatsverträge III 429;
Austin, Hellenistic World no. 33.
[ ]
Robert, Coll. Froehner no. 52
1 | α̣[—] |
στεφ[—] | |
ρου τοῦ δ̣ὲ̣ [—] | |
τῶν στρατευομέ[νων — τῶν] | |
5 | δὲ ζμηνῶν τελεῖν ἑκαστ[—] |
εἶναι δὲ ἄδειαν καὶ Ἐρειναιεῦσι̣ν̣ [—] | |
Φιλίππωι δὲ καὶ Δαμαγάθωι καὶ Ἀριστοδήμωι [καὶ τοῖς ὑπ’ αὐτοὺς τασσο]- | |
μένοις στρατιώταις ἀποδοθῆναι τὰ ἐνοφειλόμεν[α αὐτοῖς ὀψώνια μηνῶν] | |
τεσσάρων καὶ δόμα μηνῶν δύο Ἀριστοδήμωι καὶ τοῖς [ὑπ’ αὐτὸν οὖσιν?] | |
10 | στρατιώταις ὅσοι ἂν μένωσιν παρ’ Εὐπολέμωι· ὅσοι δὲ τῶν σ[τρατιωτῶν] |
παρεγένοντο εἰς τὴν πόλιν ἐκ τῶν Εὐπολέμου ἐν εἰρήνηι ἢ ἐν π[ολέμωι] | |
εἶναι αὐτοῖς ἄδειαν· τῶν δὲ δούλων ὅσοι μὲν ἐν εἰρήνηι παρεγένοντο | |
εἶναι αὐτοῖς κατὰ τὰς συνθήκας τὰς Εὐπολέμωι καὶ τὰς Πευκέσται γε- | |
γενημένας· τοῖς δὲ ἐμ πολέμωι ἐλθοῦσιν ἄδειαν εἶναι· ἀποδοθῆναι δὲ | |
15 | καὶ τοῖς καταπαλταφέταις ὀψώνια μηνῶν τεσσάρων· τῶν δὲ στρατιω- |
[τ]ῶν τοῖς βουλομένοις ἀ̣πίναι ἐξεῖναι ἔχουσιν τὰ αὑτῶν, καὶ εἶναι | |
[α]ὐτοῖς ἀτέλειαν τῶν ὑπαρχόντων ἄγουσιν διὰ τῆς Εὐπολέμ[ου·] | |
ὅταν δὲ ὀμόσηι Εὐ[πόλ]εμος Θεαγγελεῦσιν καὶ τοῖς στρατιώταις | |
ἐμμενεῖν ἐν τοῖς ὡμολογημένοις καὶ τὰ ὀψώνια ἀποδῶι τοῖς στρατιώταις, | |
20 | παραλαμβανέτω τὴμ πόλιν καὶ τὰς ἄκρας· τοῖς δὲ στρατιώταις τοῖς ἐκ Θεαγ- |
γέλων, ἐάν τινες στρατεύωνται παρ’ Εὐπολέμωι ὑπάρχειν αὐτοῖς τὰ Πεντάχωρα. | |
ὅρκος ὃν ὠμώμοκεν Εὐπόλεμος· ὀμνύω Δία Γῆν Ἥλιον Ἄρη Ἀθηνᾶν | |
Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ | |
πάσας· ἐμμενῶ οἷς ὡμολόγηκα πρὸς τὴν πόλιν τὴν Θεαγγελέων | |
25 | καὶ τοὺς στρατιώτας τοὺς ἐν Θεαγγέλοις, καὶ σημανοῦμαι τὰς |
συνθήκας ἃς πεποίημαι πρὸς Θεαγγελεῖς καὶ ἀποδώσω ἐσφραγισ- | |
μένας Θεαγγελεῦσι καὶ οὐ κωλύσω τὴν πόλιν ἀναγράψαι τὰς | |
συνθήκας καὶ τὸν ὅρκον ὃν ὠμώμοκα ἐν στήληι καὶ στῆσαι ἐν ἱερῶι | |
ὧι ἂν βούλωνται ἐν Θεαγγέλοις· εὐορκο<ῦ>ντι μέμ μοι εὖ εἶναι αὐτῶι καὶ | |
30 | γένει, ἐπιορκοῦντι δὲ τἀναντία τούτων. |