Peace treaty between Theangela and Eupolemos, with oath safeguarding peace, as well as curse; c. 310 BC; found at Theangela: Hicks, CR 3, 1889, 235-236, no. 2; Rostovtzeff, REA 33, 1931, 8, no. I (PH); Robert, AC 1935, 157 (non vidi); *Robert, Coll. Froehner no. 52 (PH); Staatsverträge III 429; Austin, Hellenistic World no. 33.  
[ ] Robert, Coll. Froehner no. 52
1 α̣[—]
στεφ[—]
ρου τοῦ δ̣ὲ̣ [—]
τῶν στρατευομέ[νων — τῶν]
5 δὲ ζμηνῶν τελεῖν ἑκαστ[—]
εἶναι δὲ ἄδειαν καὶ Ἐρειναιεῦσι̣ν̣ [—]
Φιλίππωι δὲ καὶ Δαμαγάθωι καὶ Ἀριστοδήμωι [καὶ τοῖς ὑπ’ αὐτοὺς τασσο]-
μένοις στρατιώταις ἀποδοθῆναι τὰ ἐνοφειλόμεν[α αὐτοῖς ὀψώνια μηνῶν]
τεσσάρων καὶ δόμα μηνῶν δύο Ἀριστοδήμωι καὶ τοῖς [ὑπ’ αὐτὸν οὖσιν?]
10 στρατιώταις ὅσοι ἂν μένωσιν παρ’ Εὐπολέμωι· ὅσοι δὲ τῶν σ[τρατιωτῶν]
παρεγένοντο εἰς τὴν πόλιν ἐκ τῶν Εὐπολέμου ἐν εἰρήνηι ἢ ἐν π[ολέμωι]
εἶναι αὐτοῖς ἄδειαν· τῶν δὲ δούλων ὅσοι μὲν ἐν εἰρήνηι παρεγένοντο
εἶναι αὐτοῖς κατὰ τὰς συνθήκας τὰς Εὐπολέμωι καὶ τὰς Πευκέσται γε-
γενημένας· τοῖς δὲ ἐμ πολέμωι ἐλθοῦσιν ἄδειαν εἶναι· ἀποδοθῆναι δὲ
15 καὶ τοῖς καταπαλταφέταις ὀψώνια μηνῶν τεσσάρων· τῶν δὲ στρατιω-
[τ]ῶν τοῖς βουλομένοις ἀ̣πίναι ἐξεῖναι ἔχουσιν τὰ αὑτῶν, καὶ εἶναι
[α]ὐτοῖς ἀτέλειαν τῶν ὑπαρχόντων ἄγουσιν διὰ τῆς Εὐπολέμ[ου·]
ὅταν δὲ ὀμόσηι Εὐ[πόλ]εμος Θεαγγελεῦσιν καὶ τοῖς στρατιώταις
ἐμμενεῖν ἐν τοῖς ὡμολογημένοις καὶ τὰ ὀψώνια ἀποδῶι τοῖς στρατιώταις,
20 παραλαμβανέτω τὴμ πόλιν καὶ τὰς ἄκρας· τοῖς δὲ στρατιώταις τοῖς ἐκ Θεαγ-
γέλων, ἐάν τινες στρατεύωνται παρ’ Εὐπολέμωι ὑπάρχειν αὐτοῖς τὰ Πεντάχωρα.
ὅρκος ὃν ὠμώμοκεν Εὐπόλεμος· ὀμνύω Δία Γῆν Ἥλιον Ἄρη Ἀθηνᾶν
Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ
πάσας· ἐμμενῶ οἷς ὡμολόγηκα πρὸς τὴν πόλιν τὴν Θεαγγελέων
25 καὶ τοὺς στρατιώτας τοὺς ἐν Θεαγγέλοις, καὶ σημανοῦμαι τὰς
συνθήκας ἃς πεποίημαι πρὸς Θεαγγελεῖς καὶ ἀποδώσω ἐσφραγισ-
μένας Θεαγγελεῦσι καὶ οὐ κωλύσω τὴν πόλιν ἀναγράψαι τὰς
συνθήκας καὶ τὸν ὅρκον ὃν ὠμώμοκα ἐν στήληι καὶ στῆσαι ἐν ἱερῶι
ὧι ἂν βούλωνται ἐν Θεαγγέλοις· εὐορκο<ῦ>ντι μέμ μοι εὖ εἶναι αὐτῶι καὶ
30 γένει, ἐπιορκοῦντι δὲ τἀναντία τούτων.
Search Help
Contact Us