Peace treaty between Theangela and Eupolemos, with oath
safeguarding peace, as well as curse; c. 310 BC; found at
Theangela: Hicks, CR 3, 1889, 235-236, no. 2; Rostovtzeff, REA
33, 1931, 8, no. I (PH); Robert, AC 1935, 157 (non vidi);
*Robert, Coll. Froehner no. 52 (PH); Staatsverträge III 429;
Austin, Hellenistic World no. 33.
[ ]
Robert, Coll. Froehner no. 52
| 1 | α̣[—] |
| στεφ[—] | |
| ρου τοῦ δ̣ὲ̣ [—] | |
| τῶν στρατευομέ[νων — τῶν] | |
| 5 | δὲ ζμηνῶν τελεῖν ἑκαστ[—] |
| εἶναι δὲ ἄδειαν καὶ Ἐρειναιεῦσι̣ν̣ [—] | |
| Φιλίππωι δὲ καὶ Δαμαγάθωι καὶ Ἀριστοδήμωι [καὶ τοῖς ὑπ’ αὐτοὺς τασσο]- | |
| μένοις στρατιώταις ἀποδοθῆναι τὰ ἐνοφειλόμεν[α αὐτοῖς ὀψώνια μηνῶν] | |
| τεσσάρων καὶ δόμα μηνῶν δύο Ἀριστοδήμωι καὶ τοῖς [ὑπ’ αὐτὸν οὖσιν?] | |
| 10 | στρατιώταις ὅσοι ἂν μένωσιν παρ’ Εὐπολέμωι· ὅσοι δὲ τῶν σ[τρατιωτῶν] |
| παρεγένοντο εἰς τὴν πόλιν ἐκ τῶν Εὐπολέμου ἐν εἰρήνηι ἢ ἐν π[ολέμωι] | |
| εἶναι αὐτοῖς ἄδειαν· τῶν δὲ δούλων ὅσοι μὲν ἐν εἰρήνηι παρεγένοντο | |
| εἶναι αὐτοῖς κατὰ τὰς συνθήκας τὰς Εὐπολέμωι καὶ τὰς Πευκέσται γε- | |
| γενημένας· τοῖς δὲ ἐμ πολέμωι ἐλθοῦσιν ἄδειαν εἶναι· ἀποδοθῆναι δὲ | |
| 15 | καὶ τοῖς καταπαλταφέταις ὀψώνια μηνῶν τεσσάρων· τῶν δὲ στρατιω- |
| [τ]ῶν τοῖς βουλομένοις ἀ̣πίναι ἐξεῖναι ἔχουσιν τὰ αὑτῶν, καὶ εἶναι | |
| [α]ὐτοῖς ἀτέλειαν τῶν ὑπαρχόντων ἄγουσιν διὰ τῆς Εὐπολέμ[ου·] | |
| ὅταν δὲ ὀμόσηι Εὐ[πόλ]εμος Θεαγγελεῦσιν καὶ τοῖς στρατιώταις | |
| ἐμμενεῖν ἐν τοῖς ὡμολογημένοις καὶ τὰ ὀψώνια ἀποδῶι τοῖς στρατιώταις, | |
| 20 | παραλαμβανέτω τὴμ πόλιν καὶ τὰς ἄκρας· τοῖς δὲ στρατιώταις τοῖς ἐκ Θεαγ- |
| γέλων, ἐάν τινες στρατεύωνται παρ’ Εὐπολέμωι ὑπάρχειν αὐτοῖς τὰ Πεντάχωρα. | |
| ὅρκος ὃν ὠμώμοκεν Εὐπόλεμος· ὀμνύω Δία Γῆν Ἥλιον Ἄρη Ἀθηνᾶν | |
| Ἀρείαν καὶ τὴν Ταυροπόλον καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ | |
| πάσας· ἐμμενῶ οἷς ὡμολόγηκα πρὸς τὴν πόλιν τὴν Θεαγγελέων | |
| 25 | καὶ τοὺς στρατιώτας τοὺς ἐν Θεαγγέλοις, καὶ σημανοῦμαι τὰς |
| συνθήκας ἃς πεποίημαι πρὸς Θεαγγελεῖς καὶ ἀποδώσω ἐσφραγισ- | |
| μένας Θεαγγελεῦσι καὶ οὐ κωλύσω τὴν πόλιν ἀναγράψαι τὰς | |
| συνθήκας καὶ τὸν ὅρκον ὃν ὠμώμοκα ἐν στήληι καὶ στῆσαι ἐν ἱερῶι | |
| ὧι ἂν βούλωνται ἐν Θεαγγέλοις· εὐορκο<ῦ>ντι μέμ μοι εὖ εἶναι αὐτῶι καὶ | |
| 30 | γένει, ἐπιορκοῦντι δὲ τἀναντία τούτων. |