Honorary decree (of Theangela) for (no name) of (no name); IIIm; found at Theangela: Rostovtzeff, REA 33, 1931, 215, no. III (PH); *Robert, Coll. Froehner no. 54 (PH).  
[ ] Robert, Coll. Froehner no. 54
1 [․․c.7․․ πρό]τερό[ν τε ἐτίμησεν αὐτὸν]
[ἡ π]ό̣λ̣ις ταῖς προσηκού̣[σ]α̣[ις τιμαῖς· ὅπως]
δ̣’ ἂν ἀεὶ φαίνηται χάριτας ἀξ[ίας ὁ δῆμος ἀ]-
ποδιδοὺς τῶν εἰς αὐτὸν εὐερ[γετημάτων]
5 [κ]αὶ πᾶσιν ἦι φανερὸν τοῖς εὐεργε[τεῖν αἱρου]-
μένοις αὐτὸν ὅτι προαιρεῖται χά[ριτας ἀξί]-
ας ἀποδιδόναι· ἐπαινέσαι μὲν [․․c.7․․]
[․․]ν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας [ἣν ἔχων]
[δι]α̣τελεῖ περὶ τὸν δῆμον· στῆσα[ι δὲ αὐτοῦ]
10 [κα]ὶ εἰκόνα χαλκῆν ἐν τῆι ἀγορᾶ[ι· τὸν δὲ τό]-
πον οὗ σταθήσεται ἀποδειξάτω[σαν οἱ]
προστάται· ὅπως δ’ ἂν ἡ εἰκὼν συν[τελεσθῆι]
ἐν τάχει ἑλέσθαι τῶν πολιτῶ[ν ἐπιμελη]-
τὰς δύο οἵτινες ἐγδώσονται τὴν [ποίησιν]
15 καὶ ἐπιμελήσονται ὅπως συντελ[εσθῆι· εἰς]
δὲ τὴν πλᾶσιν τῆς εἰκόνος δότ[ω ὁ ἐνε]-
στὼς ταμίας δραχμὰς τετρακ[οσίας· τὰ]
δὲ λοιπὰ τῶν χρημάτων οἱ εἰσιόν[τες προ]-
στάται πόρον συντάξαντες δό[τωσαν]
20 τῶι ταμίαι· ὁ δὲ ταμίας δότω τοῖς ἐ[πιμε]-
ληταῖς καθ’ ὃ ἂν τὴν ἔγδοσιν ποιήσ[ωνται]
οἱ ἐπιμεληταί· ἑλέσθαι δὲ καὶ πρέσ[βεις]
πέντε οἵτινες ἀφικόμενοι τὰς τιμ[ὰς τὰς]
[ἐ]ψηφισμένας ἀποδώσουσιν καὶ π[αρακα]-
25 [λοῦ]σιν αὐτὸν τὴν εὔνοιαν παρέ[χεσθαι τῆι]
[πόλει· ἀ]ναγράψαι δὲ τὸ ψήφισμα ἐν σ[τήληι λι]-
[θίνηι κ]αὶ στῆσαι ἐν τῶι τῆς Ἀθηνᾶ[ς ἱερῶι·]
[τὸ δὲ ἀ]νάλωμα δότω ὁ ταμίας.  ἐ[πιμελη]-
[ταί· ․3-4․]λ̣ώτης Πινδάρου, Νέων Ἀρισ[τείδου.]
30 [πρεσβε]υταί· Εὐπόλεμος Δυμάντος, [Ἰατρο]-
[κλῆς Ἀν]τιγένου, Λύσανδρος Πινδ[άρου, —]
[— Πτ]ολεμαίου, Πόλλις Ἀριστ[—]
Search Help
Contact Us