Honorary decree of Theangela for Minnion of Antiocheia (=
Alabanda?), giving proxeny and citizenship of Theangela; prob.
I?; found at Theangela: *Şahin & Engelmann, ZPE 34, 1979,
213-215, no. 2 (PH); SEG 29, 1089; SEG 33, 873.
[ ]
ZPE 34, 1979, 213-15, no. 2
1 | [— ὠ]φ̣ήληαν δια̣τ̣ε̣λ̣[εῖ —] |
[․․․]οις τὴμ πᾶσαν σπουδὴν καὶ πρ[οθυμίαν τοῦ κοι]- | |
[ν]ῆι συμφέροντος ποιούμενος, ὅπω[ς οὖν καὶ ὁ δῆ]- | |
μος φαίνηται χάριτας ἀποδιδοὺς αὐτ[ῶι ἀξίας,] | |
5 | δεδόχ̣θαι· ἐπ̣ηινῆσθαι Μιννίωνα ἀρετ[ῆς ἕνε]- |
[κ]εν καὶ εὐνοί<⁶¹>⁶¹[⁵¹σ]⁵¹ας τῆς εἰς τὸν δῆμον καὶ σ[τεφανῶ]- | |
σ̣αι αὐτὸν χρυσῶι στεφάνωι· τὸν δὲ στέφ̣[ανον ἀ]- | |
ναγορεῦ̣σ̣αι ἐν τῶι θεάτρωι, ὅταν ὁ δῆμος [τὸν] | |
μουσικὸν ἀγῶνα τιθῆι· τῆς δὲ ἀνανγελίας τὴν [ἐπι]- | |
10 | μέληαν ποιησάσθωσαν οἱ προστάται οἳ ἂν ὦσιν̣ [ἐν] |
τῆι ἀρχῆι τότε· εἶναι δὲ αὐτὸν καὶ πρόξενον κα̣[ὶ] | |
εὐεργέτην τοῦ δήμου· δεδόσθαι δὲ αὐτῶι καὶ πο- | |
λ̣ιτήαν μετέχοντι πάντων ὧν καὶ Θεαγγελεῖς | |
μετέχουσιν, καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλήν· | |
15 | ταῦ[τα] δ̣ὲ ὑπάρχειν αὐτῶι καὶ ἐγγόνοις. ἐπεκληρώ- |
θη κ̣α̣ὶ̣ ἔλαχεν φυλὴν Ὑλλίδα. ἀναγράψαι δὲ καὶ τὸ | |
ψήφισ<μ>α ἐν στήλαις λιθίναις δύο, καὶ στῆσαι μίαν | |
μὲν ἐν v τῶι ἱερῶι τῆς Ἀθηνᾶς, τὴν δὲ ἑτέραν ἐν Ἀν- | |
τιοχήvαι· τὴν δὲ ἔγδοσιν τῶν στηλῶν καὶ τῆς ἀ- | |
20 | ναγραφῆς τοῦ ψηφίσματος τοὺς εἰσιόντας προσ<τά>- |
τας ποιήσασθαι ἐν τῶι μηνὶ τῶι Ἑρμαιῶνι· ἀποδό- | |
τωσαν δὲ οἱ προστάται οἱ ἐνεστηκότες καὶ τὸ ψήφισ- | |
μα τόδε Μιννίωνι καὶ ἀσπασάμενοι αὐτὸν ὑπὲρ | |
τοῦ δήμου παρακαλε[σάντων κ]α̣ὶ̣ εἰς τ̣ὸ λοιπὸν τὴν αὐ- | |
25 | [τ]ὴν v αἵρεσιν ἔχον̣[τα ․․c.7․․]την πρὸς τὸν δ[ῆ]- |
[μον —] |