Honorary decree of Theangela for Minnion of Antiocheia (= Alabanda?), giving proxeny and citizenship of Theangela; prob. I?; found at Theangela: *Şahin & Engelmann, ZPE 34, 1979, 213-215, no. 2 (PH); SEG 29, 1089; SEG 33, 873.  
[ ] ZPE 34, 1979, 213-15, no. 2
1 [— ὠ]φ̣ήληαν δια̣τ̣ε̣λ̣[εῖ —]
[․․․]οις τὴμ πᾶσαν σπουδὴν καὶ πρ[οθυμίαν τοῦ κοι]-
[ν]ῆι συμφέροντος ποιούμενος, ὅπω[ς οὖν καὶ ὁ δῆ]-
μος φαίνηται χάριτας ἀποδιδοὺς αὐτ[ῶι ἀξίας,]
5 δεδόχ̣θαι· ἐπ̣ηινῆσθαι Μιννίωνα ἀρετ[ῆς ἕνε]-
[κ]εν καὶ εὐνοί<⁶¹>⁶¹[⁵¹σ]⁵¹ας τῆς εἰς τὸν δῆμον καὶ σ[τεφανῶ]-
σ̣αι αὐτὸν χρυσῶι στεφάνωι· τὸν δὲ στέφ̣[ανον ἀ]-
ναγορεῦ̣σ̣αι ἐν τῶι θεάτρωι, ὅταν ὁ δῆμος [τὸν]
μουσικὸν ἀγῶνα τιθῆι· τῆς δὲ ἀνανγελίας τὴν [ἐπι]-
10 μέληαν ποιησάσθωσαν οἱ προστάται οἳ ἂν ὦσιν̣ [ἐν]
τῆι ἀρχῆι τότε· εἶναι δὲ αὐτὸν καὶ πρόξενον κα̣[ὶ]
εὐεργέτην τοῦ δήμου· δεδόσθαι δὲ αὐτῶι καὶ πο-
λ̣ιτήαν μετέχοντι πάντων ὧν καὶ Θεαγγελεῖς
μετέχουσιν, καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλήν·
15 ταῦ[τα] δ̣ὲ ὑπάρχειν αὐτῶι καὶ ἐγγόνοις.  ἐπεκληρώ-
θη κ̣α̣ὶ̣ ἔλαχεν φυλὴν Ὑλλίδα.  ἀναγράψαι δὲ καὶ τὸ
ψήφισ<μ>α ἐν στήλαις λιθίναις δύο, καὶ στῆσαι μίαν
μὲν ἐν v τῶι ἱερῶι τῆς Ἀθηνᾶς, τὴν δὲ ἑτέραν ἐν Ἀν-
τιοχήvαι· τὴν δὲ ἔγδοσιν τῶν στηλῶν καὶ τῆς ἀ-
20 ναγραφῆς τοῦ ψηφίσματος τοὺς εἰσιόντας προσ<τά>-
τας ποιήσασθαι ἐν τῶι μηνὶ τῶι Ἑρμαιῶνι· ἀποδό-
τωσαν δὲ οἱ προστάται οἱ ἐνεστηκότες καὶ τὸ ψήφισ-
μα τόδε Μιννίωνι καὶ ἀσπασάμενοι αὐτὸν ὑπὲρ
τοῦ δήμου παρακαλε[σάντων κ]α̣ὶ̣ εἰς τ̣ὸ λοιπὸν τὴν αὐ-
25 [τ]ὴν v αἵρεσιν ἔχον̣[τα ․․c.7․․]την πρὸς τὸν δ[ῆ]-
[μον —]
Search Help
Contact Us