Honorary decree of boula and damos of Trozan for Aristeides Neonos of Theangela; IIIe/II; found at Theangela: Hicks, CR 3, 1889, 234-235, no. 1; Wilhelm, JÖAI 11, 1908, 72-75, no. 8; Rostovtzeff, REA 33, 1931, 210, no. II (PH); *Robert, Coll. Froehner no. 53 (PH).  
[ ] Robert, Coll. Froehner no. 53
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπει-
δὴ Ἀριστείδης Νέωνος Θεαγγελεὺς δι-
ατελεῖ εὔνους ἐὼν τῶι δάμωι τῶι Τρο-
ζανίων καὶ λέγων καὶ πράσσων ἐμ παν-
5 τὶ καιρῶι τὰ συμφέρονθ’ ὑπὲρ τᾶς ματρο-
πόλιος καὶ χρείας παρέχεται τοῖς τε ἀ-
πὸ τᾶς πόλιος παργινομένοις καὶ ἰδίαι Τρο-
ζανίων ἀεὶ τῶι δεομένωι, καὶ νῦν πυθό-
μενος Χαρμάδαν ἐξανδραποδισμέν-
10 ον ὑπ’ Αἰτωλῶν εἶμεν περὶ τοὺς τόπο-
υς, μετὰ πάσας φιλοτιμίας πολλὰν
σπουδὰν ποησάμενος ἰδίαι λυτρωσά-
μενος καὶ θρέψας οὐκ ὀλίγον χρόνον
ἐς οἶκον ἀγκεκόμικε τοῖς ἰδίοις ἀνα-
15 λώμασιν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι
βουλᾶι καὶ τῶι δάμωι· ἐπαινῆσαι Ἀριστεί-
δην Νέωνος Θεαγγελῆ καὶ στεφανῶσαι
αὐτὸν χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκα
καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τὸν Τροζα-
20 νίων· ἀγγράψαι δὲ τὸ ψάφισμα ἐν σταλᾶν
δυοῖν καὶ ἀνθέμεν τὰμ μὲν ἐς τὸ ἱαρὸν τοῦ
Ἀπόλλωνος τοῦ Θεαρίου, τὰν δὲ ἐν Θεαγγέλοις
εἰς τὸ ἱαρὸν τᾶς Ἀθάνας, τὰν δὲ βουλὰν
τὰν ὑπουργίαν παρέχεν· ἄνδρας ἑλέσθαι
25 οἵτινες τούτων ἐπιμελήσονται.  ἁ βουλὰ
εἶπε.  ἁιρέθεν οἱ πέντε· ἐπὶ τὰν στά-
λαν τὰν ἐν Θεαγγέλοις Ἀριστείδης.
Search Help
Contact Us