Honorary decree of boula and damos of Trozan for Aristeides
Neonos of Theangela; IIIe/II; found at Theangela: Hicks, CR 3,
1889, 234-235, no. 1; Wilhelm, JÖAI 11, 1908, 72-75, no. 8;
Rostovtzeff, REA 33, 1931, 210, no. II (PH); *Robert, Coll.
Froehner no. 53 (PH).
[ ]
Robert, Coll. Froehner no. 53
1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπει- |
δὴ Ἀριστείδης Νέωνος Θεαγγελεὺς δι- | |
ατελεῖ εὔνους ἐὼν τῶι δάμωι τῶι Τρο- | |
ζανίων καὶ λέγων καὶ πράσσων ἐμ παν- | |
5 | τὶ καιρῶι τὰ συμφέρονθ’ ὑπὲρ τᾶς ματρο- |
πόλιος καὶ χρείας παρέχεται τοῖς τε ἀ- | |
πὸ τᾶς πόλιος παργινομένοις καὶ ἰδίαι Τρο- | |
ζανίων ἀεὶ τῶι δεομένωι, καὶ νῦν πυθό- | |
μενος Χαρμάδαν ἐξανδραποδισμέν- | |
10 | ον ὑπ’ Αἰτωλῶν εἶμεν περὶ τοὺς τόπο- |
υς, μετὰ πάσας φιλοτιμίας πολλὰν | |
σπουδὰν ποησάμενος ἰδίαι λυτρωσά- | |
μενος καὶ θρέψας οὐκ ὀλίγον χρόνον | |
ἐς οἶκον ἀγκεκόμικε τοῖς ἰδίοις ἀνα- | |
15 | λώμασιν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι |
βουλᾶι καὶ τῶι δάμωι· ἐπαινῆσαι Ἀριστεί- | |
δην Νέωνος Θεαγγελῆ καὶ στεφανῶσαι | |
αὐτὸν χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκα | |
καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τὸν Τροζα- | |
20 | νίων· ἀγγράψαι δὲ τὸ ψάφισμα ἐν σταλᾶν |
δυοῖν καὶ ἀνθέμεν τὰμ μὲν ἐς τὸ ἱαρὸν τοῦ | |
Ἀπόλλωνος τοῦ Θεαρίου, τὰν δὲ ἐν Θεαγγέλοις | |
εἰς τὸ ἱαρὸν τᾶς Ἀθάνας, τὰν δὲ βουλὰν | |
τὰν ὑπουργίαν παρέχεν· ἄνδρας ἑλέσθαι | |
25 | οἵτινες τούτων ἐπιμελήσονται. ἁ βουλὰ |
εἶπε. ἁιρέθεν οἱ πέντε· ἐπὶ τὰν στά- | |
λαν τὰν ἐν Θεαγγέλοις Ἀριστείδης. |