Honorary decree of boula and damos of Trozan for Aristeides
Neonos of Theangela; IIIe/II; found at Theangela: Hicks, CR 3,
1889, 234-235, no. 1; Wilhelm, JÖAI 11, 1908, 72-75, no. 8;
Rostovtzeff, REA 33, 1931, 210, no. II (PH); *Robert, Coll.
Froehner no. 53 (PH).
[ ]
Robert, Coll. Froehner no. 53
| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπει- |
| δὴ Ἀριστείδης Νέωνος Θεαγγελεὺς δι- | |
| ατελεῖ εὔνους ἐὼν τῶι δάμωι τῶι Τρο- | |
| ζανίων καὶ λέγων καὶ πράσσων ἐμ παν- | |
| 5 | τὶ καιρῶι τὰ συμφέρονθ’ ὑπὲρ τᾶς ματρο- |
| πόλιος καὶ χρείας παρέχεται τοῖς τε ἀ- | |
| πὸ τᾶς πόλιος παργινομένοις καὶ ἰδίαι Τρο- | |
| ζανίων ἀεὶ τῶι δεομένωι, καὶ νῦν πυθό- | |
| μενος Χαρμάδαν ἐξανδραποδισμέν- | |
| 10 | ον ὑπ’ Αἰτωλῶν εἶμεν περὶ τοὺς τόπο- |
| υς, μετὰ πάσας φιλοτιμίας πολλὰν | |
| σπουδὰν ποησάμενος ἰδίαι λυτρωσά- | |
| μενος καὶ θρέψας οὐκ ὀλίγον χρόνον | |
| ἐς οἶκον ἀγκεκόμικε τοῖς ἰδίοις ἀνα- | |
| 15 | λώμασιν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι |
| βουλᾶι καὶ τῶι δάμωι· ἐπαινῆσαι Ἀριστεί- | |
| δην Νέωνος Θεαγγελῆ καὶ στεφανῶσαι | |
| αὐτὸν χρυσέωι στεφάνωι ἀρετᾶς ἕνεκα | |
| καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τὸν Τροζα- | |
| 20 | νίων· ἀγγράψαι δὲ τὸ ψάφισμα ἐν σταλᾶν |
| δυοῖν καὶ ἀνθέμεν τὰμ μὲν ἐς τὸ ἱαρὸν τοῦ | |
| Ἀπόλλωνος τοῦ Θεαρίου, τὰν δὲ ἐν Θεαγγέλοις | |
| εἰς τὸ ἱαρὸν τᾶς Ἀθάνας, τὰν δὲ βουλὰν | |
| τὰν ὑπουργίαν παρέχεν· ἄνδρας ἑλέσθαι | |
| 25 | οἵτινες τούτων ἐπιμελήσονται. ἁ βουλὰ |
| εἶπε. ἁιρέθεν οἱ πέντε· ἐπὶ τὰν στά- | |
| λαν τὰν ἐν Θεαγγέλοις Ἀριστείδης. |