Sema inscription in elegiacs for Lysimachos and wife
Meniska, on bluish white marble base; Hellenistic; found at
Stratonikeia: Varinlioğlu, EA 12, 1988, 100-101, no. 26
(PH); *IStratonikeia 1326.
[ ]
IStr 1326
1 | [Λ]υσιμάχου τόδε σῆμα περικλυτὸν ἠδὲ Μενίσκας. |
ἐξ ἧς Λυσίμαχος παῖδας ἔθρεψε δύο· | |
Δᾶμαν Ἑρμαῖον τε κατὰ πτόλιν ἄνδρας ἀρίστους. | |
Ἑρμαίου δ’ ἀρετὰν ξεῖνος ἔχει πόλεμος, | |
5 | Δᾶμας δ’ εὔμητιν γενεὰν ἐτεκνώσατο παιδῶν, |
δισσὰς μὲν κούρας, ἄρσενα Λυσίμαχον, | |
τὸν δὲ λαχόντα τύχαι δνοφερὸν δόμον ἥδ’ ἐπέχει χθὼν | |
Λυσίμαχον φιλίους δερκόμενον γονέας, | |
μητρὶ φιλῆι προλιπόνθ’ Ἑκαταίᾳ πατρί τε Δάμᾳ | |
10 | πένθος ἐνὶ ζωιᾷ τοῦτο τὸ πικρότατον. |