Stratonikeia 100*5
   Sema inscription in elegiacs for Lysimachos and wife Meniska, on bluish white marble base; Hellenistic; found at Stratonikeia: Varinlioğlu, EA 12, 1988, 100-101, no. 26 (PH); *IStratonikeia 1326.  
[ ] IStr 1326
1 [Λ]υσιμάχου τόδε σῆμα περικλυτὸν ἠδὲ Μενίσκας.
ἐξ ἧς Λυσίμαχος παῖδας ἔθρεψε δύο·
Δᾶμαν Ἑρμαῖον τε κατὰ πτόλιν ἄνδρας ἀρίστους.
Ἑρμαίου δ’ ἀρετὰν ξεῖνος ἔχει πόλεμος,
5 Δᾶμας δ’ εὔμητιν γενεὰν ἐτεκνώσατο παιδῶν,
δισσὰς μὲν κούρας, ἄρσενα Λυσίμαχον,
τὸν δὲ λαχόντα τύχαι δνοφερὸν δόμον ἥδ’ ἐπέχει χθὼν
Λυσίμαχον φιλίους δερκόμενον γονέας,
μητρὶ φιλῆι προλιπόνθ’ Ἑκαταίᾳ πατρί τε Δάμᾳ
10 πένθος ἐνὶ ζωιᾷ τοῦτο τὸ πικρότατον.
Search Help
Contact Us