Honorary inscription for Paideros Hekatonos K(ora)z(eus)
and sons by demos, boule, and gerousia, on marble base; 22/3?;
found at Stratonikeia: Varinlioğlu, EA 12, 1988, 96-99,
no. 25.A, ll. 1-16; *IStratonikeia 1325A, ll. 1-16.
[ ]
IStr 1325A.1-16
| 1 | ὁ δῆμος καὶ ἡ βουλὴ καὶ ἡ γερουσία |
| ἐτείμησαν Παιδέρωτα Ἑκάτωνος | |
| καὶ υἱοὺς αὐτοῦ Ὀνησικράτην, Ἐπι̣- | |
| τυνχάνοντα, Διονύσιον, Παιδέρωτα̣ | |
| 5 | Παιδέρωτος Κ(ωρα)ζ(έας) γυμνασιαρχήσαν- |
| τας ἐξ ἐπανγελίας [τὸ βʹ] ἐπὶ στεφα̣- | |
| νηφόρου Διομήδους [βʹ] Σωσάνδρου θέ[ν]- | |
| [τ]ας ἐλαῖον ἐν πᾶσιν τοῖς βαλανείοις | |
| καὶ ἐν τῶ̣ γυμνασίῳ ἀπαρατηρήτως καὶ | |
| 10 | πολυτελῶς καὶ ἐπὶ πολὺ μέρος τῆς νυ[κ]- |
| τός, ἀλίψαντας δὲ καὶ τοὺς κατοικοῦντα[ς] | |
| τὴν πόλιν καὶ τὴν χώραν Ῥωμαίους καὶ | |
| τοὺς παραγενομένους ξένους καὶ ἐν | |
| ταῖς πατρίοις ἑορταῖς πᾶσαν ἡλικίαν κα[ὶ] | |
| 15 | τ̣ύχην καὶ τὸ πλῆθος τῶν γυναικῶν, κ[αύ]- |
| σαντας δὲ καὶ τὸ καπνιστήριον πολυτελ̣[ῶς.] |