Honorary (?) inscription for [T]iberius Claudius Theophanes
by son Tiberius Claudius Laenas; 12; found at Stratonikeia: LW
525; Laumonier, BCH 61, 1937, 239 note 1 and 249-251 no.’s 47 and
49; *IStratonikeia 1024.
[ ]
IStr 1024
1 | [Τ]ιβερίου Κλαυδίου, Λέοντος υἱοῦ, Κυρ[εί]- |
να, Θεοφάνους, καθ’ υἱοθεσίαν δὲ | |
Πυθέου Σκόρπωνος, φιλοκαίσαρος | |
καὶ φιλοπάτριδος, υἱοῦ τῆς πόλεω[ς], | |
5 | γυμνασιαρχήσαντος τῶν νέων |
ἐν παιδὶ καὶ ἱερατεύσαντος | |
τῶν Σεβαστῶν καὶ στεφανηφορή- | |
σαντος καὶ τῷ ἑξῆς ἐνιαυτῷ ἱερα- | |
τεύσαντος τοῦ Διὸς τοῦ Παναμάρου | |
10 | καὶ πρεσβεύσαντος εἰς Ῥώμην καὶ |
τὰ λοιπὰ πάντα παρασχομένου τῇ | |
πατρίδι, ἀνδρὸς πάσῃ κεκοσμημέ- | |
νου ἀρετῇ, Τιβέριος Κλαύδιος | |
Λαίνας τοῦ ἑαυτοῦ πατρός, | |
15 | τῆς εἰς αὐτὸν ἕνεκεν εὐνοίας |
ἐκ τῶν ἰδίων ἀνέθηκεν. |