Honorary (?) inscription for [T]iberius Claudius Theophanes by son Tiberius Claudius Laenas; 12; found at Stratonikeia: LW 525; Laumonier, BCH 61, 1937, 239 note 1 and 249-251 no.’s 47 and 49; *IStratonikeia 1024.  
[ ] IStr 1024
1 [Τ]ιβερίου Κλαυδίου, Λέοντος υἱοῦ, Κυρ[εί]-
να, Θεοφάνους, καθ’ υἱοθεσίαν δὲ
Πυθέου Σκόρπωνος, φιλοκαίσαρος
καὶ φιλοπάτριδος, υἱοῦ τῆς πόλεω[ς],
5 γυμνασιαρχήσαντος τῶν νέων
ἐν παιδὶ καὶ ἱερατεύσαντος
τῶν Σεβαστῶν καὶ στεφανηφορή-
σαντος καὶ τῷ ἑξῆς ἐνιαυτῷ ἱερα-
τεύσαντος τοῦ Διὸς τοῦ Παναμάρου
10 καὶ πρεσβεύσαντος εἰς Ῥώμην καὶ
τὰ λοιπὰ πάντα παρασχομένου τῇ
πατρίδι, ἀνδρὸς πάσῃ κεκοσμημέ-
νου ἀρετῇ, Τιβέριος Κλαύδιος
Λαίνας τοῦ ἑαυτοῦ πατρός,
15 τῆς εἰς αὐτὸν ἕνεκεν εὐνοίας
ἐκ τῶν ἰδίων ἀνέθηκεν.
Search Help
Contact Us