Decree of boule for appointment and training of hymnodoi; 2e; found at Stratonikeia: CIG 2715 + p. 1108; LW 519 + 520; Robert, Et. anat. 516-523 (PH); Sokolowski, LSAM 69; SEG 15, 655; Vidman, Sylloge 281 (part); *IStratonikeia 1101.  
[ ] IStr 1101
1 ἐπὶ στεφανηφόρου Πτολεμαίο[υ τοῦ — μηνὸς Ἀρ]τε[μισίου Σωσάνδρου τοῦ Διομήδο]υς τοῦ γραμματέως [τ]ῆς βουλῆς ε-
ἰπόντος· τὴν πόλιν ἄνωθεν τῇ τῶν προεστώτων αὐτῆς μεγίστων θεῶν [προνοίᾳ, Διὸς Π]ανημε[ρίου καὶ Ἑ]κάτης ἐκ πολλῶν καὶ μεγάλων καὶ συνεχῶν
κινδύνων σεσῶσθαι, ὧν καὶ τὰ ἱερὰ ἄσυλα καὶ ἱκετικὰ καὶ ἡ ἱερὰ σύνκλητος δόγματι σε[σήμασθαι δι’ ἃς ὑπὲρ] τῆς τῶν κυρίων Ῥωμαίων αἰωνίου ἀρχῆς
ποιήσαντο προφανεῖς ἐναργείας· καλῶς δὲ ἔχι πᾶσαν σπουδὴν ἰσφέρεσθαι ἰς τὴν πρὸς [αὐτοὺς εὐσέβε]ιαν καὶ μηδένα καιρὸν παραλιπῖν τοῦ εὐσεβεῖν
5 καὶ λιτανεύειν αὐτούς· καθίδρυται δὲ ἀγάλματα ἐν τῷ σεβαστῷ βουλευτηρίῳ τῶν προειρημένω[ν θεῶν, εναργ]εστάτας παρέχοντα τῆς θείας δυνά-
μεως ἀρετάς· δι’ ἃς καὶ τὸ σύνπαν πλῆθος θύει τε καὶ ἐπιθυμιᾷ καὶ εὔχεται καὶ εὐχαριστεῖ α[ἰεὶ τοῖσ]δε τοῖς οὕτως ἐπιφανεστάτοις θεοῖς, κἀ<κ> τῆς
δι’ ὑμνωδίας προσόδου καὶ θρησκείας εὐσεβεῖν αὐτούς· vacat ἔδοξε τῇ βουλῇ, α[ἱρεῖσθαι] νῦν ἐκ τῶν εὖ γεγονότων παῖδας τριάκον-
τα, οὕστινας καθ’ ἑκάστην ἡμέραν μετὰ τῶν δημοσίων παιδοφυλάκων ἄ[ξετ]αι ὁ παιδονό[μος ἰς τὸ β]ουλευτήριον λευχιμονοῦντας καὶ ἐστε-
φανωμένους θαλλοῦ, ἔχοντας δὲ μετὰ χῖρας ὁμοίως θαλλούς, οἵτινες συνπαρόν[των κα]ὶ κιθαριστοῦ καὶ κήρυκος ᾄσονται ὕμνον, ὃν
10 ἂν συντάξῃ Σώσανδρος Διομήδους ὁ γραμματεούς· ἐὰν δέ τινες τῶν αἱρεθέντων [παίδων ἐνκρ]ιθῶσιν ἰς τοὺς ἐφήβους, ἢ ὃ μηδεὶς θεῶν
ποιήσιεν, τελευτήσωσιν μὴ ἐνκριθέντες ἰς τοὺς ἐφήβους, ἄλλους ἀνθαιρεῖσθα[ι ὡς τάχιστ]α ἐπὶ τὴν αὐτὴν ὑμνῳδίαν, τῶν παιδοφυ-
λάκων καὶ τοῦ παιδονόμου φανερὸν τοῦτο ἐνγράφως ποιούντων ὑπὲρ τοῦ ἰς [τὸν πάντα α]ἰῶνα τὴν αὐτὴν διαμεῖναι τῆς ἀνθαι-
ρέσεως τάξιν καὶ θρησκείαν καὶ εὐσέβιαν τῶν θεῶν, οὔσης ἐξουσίας το[ῖς παισίν, ἐ]άν τινες αὐτῶν μὴ ὦσι ὑγιεῖς ἢ πένθι
οἰκείῳ κατέχωνται· ἐὰν δέ τι τούτων μὴ πραχθῇ, οἱ μὲν ἄρχοντες καὶ ὁ π[αιδονόμος] ἔστωσαν ὑπεύθυνοι ἀσεβείᾳ, οἱ δὲ
15 δημόσιοι παιδοφύλακες δεσμῷ· vacat ἔτι δὲ καὶ τὸν καθ’ ἕκασ[τον ἐνιαυτὸ]ν γεινόμενον ἱερέα τῆς Ἑκάτης καταλέ-
γειν ἐκ τῶν ἐν τῷ περιπολίῳ τῆς θεοῦ καὶ τῶν σύνεγγυς παῖδας καθ’ ἕκαστον [ἐνιαυτὸν] καὶ αὐτοὺς ᾄσοντας τὸν συνήθη ὕ-
μνον τῇ θεῷ, καθὼς ἄνωθεν ἐγείνετο, ἔχοντα ἐξουσίαν καὶ κατὰ τῶν πατέρ[ων αὐτ]ῶν καὶ κατ’ αὐτῶν τῶν παίδων, ἐὰν οἱ
μὲν πατέρες μὴ παρέχωσιν αὐτοὺς πρὸς τὴν ὑμνῳδίαν καὶ εὐσέβειαν, [οἱ δὲ π]αῖδες μὴ προσεδρεύωσιν, διὰ εἰσανγε-
λίας ἢ ἄλλης ἧς ἂν βούληται ποιοῦντα, διδόντος τοῦ ἱερέως καὶ τ[οῦ ῥαβδού]χου εὐνούχου τὰ ὀνόματα
20 τῶ[ν παίδων] ἐνγράφως διὰ τῆς βουλῆς, καθὼς καὶ ἐπὶ τῶν ἐν τῇ πό[λ]ι α[ἱρεθέντων προη]γόρευται· ἐὰν δέ τι τούτων ὁ ἱερεὺς
ἢ ὁ [εὐνοῦχος] μὴ ποιήσῃ, ἐνόχους αὐτοὺς εἶναι τοῖς αὐτοῖς οἷς καὶ [αὐτοὺς τοὺς παῖ]δας· τὸν δὲ τῶν παίδων με-
[τέχοντα τῆσδ]ε τῆς ὑμνῳδίας, ἐν[κριθέντα] εἰς τοὺς ἐφήβους [—] τῆς πόλεως [φέροντα]
ἰκόνα γραπτὴν ἔχουσαν τὸ ὄνομα πα[τρὸς]
αὐτοῦ· καὶ τὸν μὲν παιδονόμον ἀναγράψαι [τόδε]
25 τὸ ψήφισμα ἐν τῷ προνάῳ τοῦ Σεραπίου ἐ[ν τῇ]
παιδικῇ, τὸν δὲ ἱερέα τῆς θεοῦ ἀναστῆσαι σ[τήλην]
λιθίνη<ν> ἔχουσαν ἀναγεγραμμένα τὰ διαφέ[ρον]-
τα τοῦ ψηφίσματος ἐν τῷ ἱερῷ τῆς θεοῦ.  ἀνα-
γραφῆναι δὲ τὸ ψήφισμα ἐν τῇ ἐξέδρᾳ τοῦ βουλευ-
30 τηρίου ἐν δεξιᾷ πρὸς τὴν αἰώνιον διαμονὴν τῆς
εὐσεβίας τῶν θεῶν, τὸ δὲ ἀνάλωμα τῆς ἐπιγρα-
φῆς ἐξοδιασθῆναι ὑπὸ τῶν ἐπιστατῶν τοῦ βουλε[υ]-
τηρίου.
Search Help
Contact Us