Fragment of decree concerning sacrifices and building of stoa, on block of white marble; Hellenistic?; found at Sinuri: *Robert, Sinuri no. 10 (PH); BE 1944:168.  
[ ] Robert, Sinuri no. 10
1 [․c.3․]․Τ̣Α̣Ι․[․․ π]ροέσ[τη δὲ]
[τῶ]ν̣ ἱερῶν καὶ κοινῶν προσό-
δων ὁσίως καὶ δικαίως, συν-
ετέλεσεν δὲ καὶ ἐκ τῶν ἰ-
5 δίων ὑπαρχόντων θυσί-
ας τοῖς προγονικοῖς θεοῖς
καὶ ὑποδοχὴν παντὸς τοῦ
πλήθους τῶν συγγενῶν
ποιήσατο, ἅμα τήν τε πρὸς
10 τὸ θεῖον εὐσέβειαν ἐναπο-
δεικνύμενος καὶ τὴν πρὸς
τοὺς συγγενεῖς εὔνοιαν·
αἱρεθεὶς δὲ καὶ ἐργοδότης
μέρους τινὸς τῆς στοᾶς τῆς
15 κειμένης πρὸς ἡλίου ἀνατο-
λ̣ὰ̣ς προενόησεν αὐτῆς
Search Help
Contact Us