Decree concerning lease of land of Maia[ndria]; II/I; found at Sinuri, prob. part of same decree as Sinuri 41: LW 483.b; Buckler, ABSA 22, 1916-1918, 203-204, no. IV.b; *Robert, Sinuri no. 46.B (PH); BE 1944:168.  
[ ] Robert, Sinuri no. 46B
1 δια[κοσίω]ν [δραχμῶν οὔτε τὸ ἔ]λαιο[ν] οὐδὲ ὁ [παραλαβών· ἄρξει δὲ αὐτῆι τῆς μισ]-
θώσεως μὴν Λῶιος ὁ ἐπὶ στεφανηφ[όρου Ἑρμίου τοῦ Πολίτου ἱερέως Ποσει]-
δῶνος Ἰσθμίου· ἀπο[δού]σης δὲ Μαια[νδρίας ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρ]-
χόντων καθήκηι ἢ [τ]οῦ παραλαβόν[τος τὸ ἀργύριον τῆι συγγενείαι]
5 καθότι γέγραπται, τελείτω τῆι συγ[γενείαι καθ’ ἕκαστον ἔτος τὴν δρα]-
χμήν, ἄλλο δὲ μηθέν· ἐὰν δὲ μὴ τ[ελέσηι, πραχθήσεται ὑπὸ τῶν ἀεὶ καθισ]-
ταμένων ταμιῶν· ἡ ἀναμίσθωσις δ[ὲ γενήσεται, ἐὰμ μὴ ἀποδῶι τὴν]
δραχμήν· ἡ δὲ πρᾶξις ἔσται τοῦ φόρ[ου τοῖς ταμίαις παρά τε Μαιανδρίας]
καὶ τοῦ παραλαβόντος· δεδόχθαι [δὲ καὶ ἀναγράψαι τόδε τὸ ψήφισμα τοὺς ἐνεστῶτας ταμίας]
10 ἐκπορευομένων τὸμ πυλῶνα ἀπ[ὸ τῆς παραστάδος ἐπὶ δεξιά· τὴν δὲ δα]-
πάνην λαβέτωσαν ἐκ τῶν κοινῶ[ν προσόδων καὶ μισθωσάτωσαν εἰς πα]-
τρικὰ καθότι προγέγραπται.  καὶ ἀνέγ[ραψαν τὸ ψήφισμα οἱ ἀποτεταγμένοι]
ταμίαι Διονύσιος Πολίτου, Δ[—ίου, Δημήτριος]
Παμμένου, Μέλας Διογένου, Ἀπο[—]
15 Μέλας Θυίλλου, Δημήτριος Πλου[τι—]
Search Help
Contact Us