Decree concerning lease of land of Maia[ndria]; II/I; found
at Sinuri, prob. part of same decree as Sinuri 41: LW 483.b;
Buckler, ABSA 22, 1916-1918, 203-204, no. IV.b; *Robert, Sinuri
no. 46.B (PH); BE 1944:168.
[ ]
Robert, Sinuri no. 46B
| 1 | δια[κοσίω]ν [δραχμῶν οὔτε τὸ ἔ]λαιο[ν] οὐδὲ ὁ [παραλαβών· ἄρξει δὲ αὐτῆι τῆς μισ]- |
| θώσεως μὴν Λῶιος ὁ ἐπὶ στεφανηφ[όρου Ἑρμίου τοῦ Πολίτου ἱερέως Ποσει]- | |
| δῶνος Ἰσθμίου· ἀπο[δού]σης δὲ Μαια[νδρίας ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρ]- | |
| χόντων καθήκηι ἢ [τ]οῦ παραλαβόν[τος τὸ ἀργύριον τῆι συγγενείαι] | |
| 5 | καθότι γέγραπται, τελείτω τῆι συγ[γενείαι καθ’ ἕκαστον ἔτος τὴν δρα]- |
| χμήν, ἄλλο δὲ μηθέν· ἐὰν δὲ μὴ τ[ελέσηι, πραχθήσεται ὑπὸ τῶν ἀεὶ καθισ]- | |
| ταμένων ταμιῶν· ἡ ἀναμίσθωσις δ[ὲ γενήσεται, ἐὰμ μὴ ἀποδῶι τὴν] | |
| δραχμήν· ἡ δὲ πρᾶξις ἔσται τοῦ φόρ[ου τοῖς ταμίαις παρά τε Μαιανδρίας] | |
| καὶ τοῦ παραλαβόντος· δεδόχθαι [δὲ καὶ ἀναγράψαι τόδε τὸ ψήφισμα τοὺς ἐνεστῶτας ταμίας] | |
| 10 | ἐκπορευομένων τὸμ πυλῶνα ἀπ[ὸ τῆς παραστάδος ἐπὶ δεξιά· τὴν δὲ δα]- |
| πάνην λαβέτωσαν ἐκ τῶν κοινῶ[ν προσόδων καὶ μισθωσάτωσαν εἰς πα]- | |
| τρικὰ καθότι προγέγραπται. καὶ ἀνέγ[ραψαν τὸ ψήφισμα οἱ ἀποτεταγμένοι] | |
| ταμίαι Διονύσιος Πολίτου, Δ[—ίου, Δημήτριος] | |
| Παμμένου, Μέλας Διογένου, Ἀπο[—] | |
| 15 | Μέλας Θυίλλου, Δημήτριος Πλου[τι—] |