Decree concerning lease of land of Demetrios; II/I; found
at Sinuri, prob. part of same decree as Sinuri 39: LW 483.a
(part); Buckler, ABSA 22, 1916-1918, 203-204, no. IV.a (part);
*Robert, Sinuri no. 46.A-C (PH); BE 1944:168.
[ ]
Robert, Sinuri no. 46A-C
1 | [—]ΙΙΣ μὴ αποδῶι τὸν [τόκον τ]ῶν δ̣ι̣ακοσίων δραχμῶν [ἀποτεί]- |
[σει τὸν φ]όρον ἡμιόλιον καὶ ἀναμ̣[ισθ]ωσάτωσαν τὴν κτῆσιν καὶ [τῶι μ]εμισθω- | |
[μένωι, ἐὰμ] βούληται, ἐφ’ οἷς καὶ αὐτὸ[ς] μεμίσθωται· ἐὰν δέ, βουλομένου Δημη- | |
[τρίου ἢ τ]οῦ παραλαβόντος τὴμ μίσθωσιν παρὰ Δημητρίου ἀποδοῦναι τὸ ἀρ- | |
5 | [γύριον] οὗ ἠγόρασται τὰ προγεγραμμένα, διελθόντων ἐτῶν δέκα ἀπὸ τῆς |
[μισθώσε]ως, ἐν ἔτεσιν δυσὶν μὴ κομίζωνται οἱ συγγενεῖς, οὐ τελέσει οὔτε | |
[τὸν τόκο]ν Δημήτριος τὸν τῶν [δ]ιακοσίων δραχμῶν οὔτε τὸ ἔλαιον οὐδὲ ὁ | |
[παραλαβ]ών· ἄρξει δὲ αὐτῶι τῆς [μισ]θώσεως μὴν Ἀρτεμίσιος ὁ ἐπὶ στεφανη- | |
[φόρου Ἑ]ρμίου τοῦ Πολίτου ἱε[ρέ]ως Ποσειδῶνος Ἰσθμίου· ἀποδόντος δὲ Δη- | |
10 | [μητρίου] ἢ τοῦ παραλαβόντ[ος τ]ὸ ἀργύριον τῆι συγγενείαι καθότι προγέ- |
[γραπται,] τελείτω τῆι συγγε[νείαι] καθ’ ἕκαστον ἔτος τὴν δραχμήν· ἐὰν δὲ | |
[μὴ τελέσῃ,] πραχθήσεται ὑ[πὸ τῶν ἀ]εὶ καθισταμένων ταμιῶν· ἡ ἀναμίσθωσις | |
[δὲ γενήσε]ται, ἐὰμ μὴ ἀποδ[ῶι τὴν] δραχμήν· ἡ δὲ πρᾶξις ἔστω τοῦ φόρου τοῖς | |
[ταμίαις] παρά τε Δημη[τρίου καὶ τ]οῦ παραλαβόντος· δεδόχθαι δὲ καὶ ἀναγρά- | |
15 | [ψαι τόδε] τὸ ψήφισμα [τοὺς ἐνεστ]ῶτας ταμίας ἐκπορευομένων τὸν πυ- |
[λῶνα ἀπ]ὸ τῆς παρα̣[στάδος ἐπὶ δεξ]ιά· τὴν δὲ δαπάνην λαβέτωσαν ἐκ τῶν | |
[κοινῶν προ]σό[δων καὶ μισθωσάτ]ωσαν εἰς πα[ρι]κὰ καθότι προγέγραπται, | |
[καὶ ἀνέγραψαν τὸ ψήφισμα οἱ ἀ]ποτεταγμένοι ταμίαι Διονύσιος Πο- | |
[λίτου, Δ․․․․․․․․c.20․․․․․․․․]ίου, Δημή[τρ]ιος Παμ[μ]ένου, Μέλας | |
20 | [Διογένου —] |