Decree in honor of Leon Iasonos et al. concerning building of stoa, on block of pink marble; Hellenistic?; found at Sinuri: *Robert, Sinuri no. 9 (PH); BE 1944:168.  
[ ] Robert, Sinuri no. 9
1 ἐπὶ στεφανηφόρου Λέο]-
τος τοῦ Θεομνήστου· μη̣-
νὸς Λώιου τρίτηι ἀπιόντο[ς·]
ἔδοξε τῇ Πορμουνου συ[γ]-
5 γενήαι· γνώμη Δράκοντο[ς]
τοῦ Ἰατροκλείους· ἐπειδ[ὴ,]
τῶν συγγενῶν εὐσεβῶς ἐ[χόν]-
των πρὸς τὸ θῆον καὶ σπε[υ]-
δόντων ὅσον ἐφ’ ἑαυτοῖς
10 [κ]άλλιστον καὶ ἐπιφανέστ[α]-
τον ποιῆσαι τὸ τέμενος τ[οῦ]
Σινυρι, καὶ διὰ τοῦτο βουλομέ-
νων κατασκευάσαι στοὰν ἐν
τῶι τεμένει τοῦ προγεγραμμ[έ]-
15 νου θεοῦ, Διόδοτος Ἀμύντου
[το]ῦ Λέοντος εἰσήνεγκεν ψή-
[φισμα] καὶ γνώμην ἐπεγράψα-
[το, τῶ]ν̣ δὲ συγγενῶν ἑλομέ-
[νων ἐρ]γοδότας Λέοντα Ἰάσ[ο]-
20 [νος τοῦ] Μυωνίδου Κοσητιος,
[κατὰ δὲ] υἱοθεσίαν Ἡρακλείτου
[τοῦ Μυω]νίδου?, Διόδοτον Ἀμύν-
[τ]ου̣ τοῦ Λέοντος, Ἀριστέαν Μέ-
[λ]ανος τοῦ Ἀπολλωνίου, ἱερέ-
25 [α Δ]ιὸς Ὑψίστου καὶ Τύχης Ἀγαθῆς,
[Ἀ]ριστόμαχον Ἀμύντου, οἳ καὶ ὑ̣π[ο]-
[μεί]ν̣αντες τάς τε τῶν ἔργω̣ν̣
[ἐ]γ̣δόσεις ἐποιήσαντο καλῶς
[κα]ὶ συμφερόντως καὶ λυσιτε-
30 λῶς τῆι συγγενείαι, καὶ ἐμ πᾶ-
σιν ὁσίως καὶ δικαίως ἀνεσ-
στράφησαν, τό τε κατασκεύασ-
μα γέγονεν ἄξιον τῆς τε τῶν
συγγενῶν σπουδῆς καὶ τοῦ θ̣ε̣-
35 οῦ, ἔν τε τοῖς ἄλλοις πᾶσιν οἱ ἄν-
δρες εὐνόως μὲν καὶ φιλο-
στόργως ἔχουσιν πρὸς ἕκασ-
τον τῶν συγγενῶν καὶ κοινῇ
δὲ χρείας καὶ ἰδίᾳ τῶν συγγε-
40 νῶν ἑκάστωι παρεχόμενοι δι-
ατελοῦσιν· ὅπως οὖν καὶ οἱ συγ-
γενεῖς φαίνωνται τοῖς ἀγαθοῖς
τῶν ἀνδρῶν ἀξίας ἀποδιδόν-
τες χάριτας· ἀγαθῆι τύχηι· ἐπ[ῃ]-
45 νῆσθαι Λέοντα, Διόδοτον, Ἀρι[στέ]-
αν, Ἀριστόμαχον, καὶ στεφανῶ-
[σαι —]
Search Help
Contact Us