Decree of syngeneia of Pormounos in honor of Dionysios Leontos Kosetios and concerning sacred chora of Sinuri, on block of white marble; Hellenistic?; found at Sinuri: *Robert, Sinuri no. 11 (PH); BE 1944:168.  
[ ] Robert, Sinuri no. 11
a.1 [ἐ]πὶ στεφανηφόρου Θεο․c.4․ου τοῦ ․c.5․ου· μηνὸς Λῴου· [ἔδ]οξε [τ]ῇ Πορμο̣[ύ]-
νου συγγενείᾳ ἐν τῇ βουθυσίᾳ· γνώμην ἀποφηναμένου Ἰάσονος τοῦ Λέοντος Κο-
σητιος· ἐπειδὴ Διονύσιος Λέοντος Κοσητιος, προτεθειμένος ἀπὸ τῆς ἀρχῆς
ἐπιτηδεύειν τὰ κάλλιστα καὶ τῆς τῶν προγόνων ἀρετῆς ἄξια πράσσων, ζηλω-
5 τής τε τῶν ἀρίστων γείνεται καὶ τοῖς συνγενέσιν εὔχρηστον αὑτὸν παρεχόμε-
νος διατελεῖ, κατασταθείς τε γὰρ ἔγδικος καὶ αὐτὸς ὑπὸ τῆς συγγενείας κατὰ τῶν
ἐπιβαλομένων ἐξιδιοῦσθαι τὴν ἱερὰν τοῦ Σινυρι χώραν ἀνεδέξατο τὸν ὑπὲρ τού-
τω<ν> ἀγῶνα καὶ τὰ καθόλου χειρίσας εἴς τε τὸ δικαστήριον εἰσελθὼν καὶ παραθεὶς τοῖς κρί-
νουσι τὰ κατὰ μέρος δίκαια ἀποκατέστησε τῶι τε θεῶι καὶ τῇ συγγενείᾳ τὰ ἔγγαια, μετὰ δὲ
10 ταῦτα κατεγχειρεῖν τινων ἐπιβαλομένων τὸν θεὸν καὶ τὴν συγγένειαν περὶ τοῦ κα-
θήκοντος τελεῖσθαι φόρου τοῦ κατὰ πόλιν τόπου τοῦ ἐμ Μυρσηλοις οἰομένων τε
β̣λάψειν τὴν συγγένειαν, ὡς ἐλάσσονος ἀποδ̣οθ̣ησομένου καθ’ ἕκαστον ἔ<ν>τος τοῦ
φόρου, παρακληθεὶς καὶ τὸν ὑπὲρ τούτων ἀγ[ῶνα ․․․c.10․․․]σ̣ασθαι καὶ Διονύσιος ἐξεδί-
κησέν τε μισοπονήρως καὶ τὰ δίκαια παρ[αθεὶς πάντα? τ]οῖς κρί(ν)ουσιν, ἄξιον ἑαυτὸν
b.1 ․․ΟΝΑ[—]
ΗΣ κρισε[—]
ας διατελε[ῖ — ἵνα οὖν καὶ]
οἱ συγγενεῖς φ[αίνωνται —  τοὺς ἀγαθοὺς τῶν]
5 ἀνδρῶν καὶ διὰ π[αντὸς —  ἀγαθῇ τύχῃ· ἐπηινῆσθαι μὲν]
Διονύσιον ἐπὶ τ[— καὶ στεφανῶσαι]
αὐτὸν χρυσῶι στ[εφάνωι καὶ δίδοσθαι αὐτῶι μερίδα ἐκ πασῶν τῶν θυσιῶν τῶν ὑπὸ τῆς συ-
γγενείας συντελου[μένων· τοὺς δὲ ἐνεστῶτας ταμίας? ἀναγράψαι τόδε τὸ ψήφισμα ἐ]-
[π]ὶ τὸν πυλῶνα ἐν ἀρι[σ̣τερᾷ.]
Search Help
Contact Us