Decree of syngeneia of Pormounos in honor of Dionysios
Leontos Kosetios and concerning sacred chora of Sinuri, on block
of white marble; Hellenistic?; found at Sinuri: *Robert, Sinuri
no. 11 (PH); BE 1944:168.
[ ]
Robert, Sinuri no. 11
| a.1 | [ἐ]πὶ στεφανηφόρου Θεο․c.4․ου τοῦ ․c.5․ου· μηνὸς Λῴου· [ἔδ]οξε [τ]ῇ Πορμο̣[ύ]- |
| νου συγγενείᾳ ἐν τῇ βουθυσίᾳ· γνώμην ἀποφηναμένου Ἰάσονος τοῦ Λέοντος Κο- | |
| σητιος· ἐπειδὴ Διονύσιος Λέοντος Κοσητιος, προτεθειμένος ἀπὸ τῆς ἀρχῆς | |
| ἐπιτηδεύειν τὰ κάλλιστα καὶ τῆς τῶν προγόνων ἀρετῆς ἄξια πράσσων, ζηλω- | |
| 5 | τής τε τῶν ἀρίστων γείνεται καὶ τοῖς συνγενέσιν εὔχρηστον αὑτὸν παρεχόμε- |
| νος διατελεῖ, κατασταθείς τε γὰρ ἔγδικος καὶ αὐτὸς ὑπὸ τῆς συγγενείας κατὰ τῶν | |
| ἐπιβαλομένων ἐξιδιοῦσθαι τὴν ἱερὰν τοῦ Σινυρι χώραν ἀνεδέξατο τὸν ὑπὲρ τού- | |
| τω<ν> ἀγῶνα καὶ τὰ καθόλου χειρίσας εἴς τε τὸ δικαστήριον εἰσελθὼν καὶ παραθεὶς τοῖς κρί- | |
| νουσι τὰ κατὰ μέρος δίκαια ἀποκατέστησε τῶι τε θεῶι καὶ τῇ συγγενείᾳ τὰ ἔγγαια, μετὰ δὲ | |
| 10 | ταῦτα κατεγχειρεῖν τινων ἐπιβαλομένων τὸν θεὸν καὶ τὴν συγγένειαν περὶ τοῦ κα- |
| θήκοντος τελεῖσθαι φόρου τοῦ κατὰ πόλιν τόπου τοῦ ἐμ Μυρσηλοις οἰομένων τε | |
| β̣λάψειν τὴν συγγένειαν, ὡς ἐλάσσονος ἀποδ̣οθ̣ησομένου καθ’ ἕκαστον ἔ<ν>τος τοῦ | |
| φόρου, παρακληθεὶς καὶ τὸν ὑπὲρ τούτων ἀγ[ῶνα ․․․c.10․․․]σ̣ασθαι καὶ Διονύσιος ἐξεδί- | |
| κησέν τε μισοπονήρως καὶ τὰ δίκαια παρ[αθεὶς πάντα? τ]οῖς κρί(ν)ουσιν, ἄξιον ἑαυτὸν | |
| b.1 | ․․ΟΝΑ[—] |
| ΗΣ κρισε[—] | |
| ας διατελε[ῖ — ἵνα οὖν καὶ] | |
| οἱ συγγενεῖς φ[αίνωνται — τοὺς ἀγαθοὺς τῶν] | |
| 5 | ἀνδρῶν καὶ διὰ π[αντὸς — ἀγαθῇ τύχῃ· ἐπηινῆσθαι μὲν] |
| Διονύσιον ἐπὶ τ[— καὶ στεφανῶσαι] | |
| αὐτὸν χρυσῶι στ[εφάνωι καὶ δίδοσθαι αὐτῶι μερίδα ἐκ πασῶν τῶν θυσιῶν τῶν ὑπὸ τῆς συ- | |
| γγενείας συντελου[μένων· τοὺς δὲ ἐνεστῶτας ταμίας? ἀναγράψαι τόδε τὸ ψήφισμα ἐ]- | |
| [π]ὶ τὸν πυλῶνα ἐν ἀρι[σ̣τερᾷ.] |