Funerary inscription in elegiacs on tomb; III/II; found at
Turgut: *Fraser & Bean, Rhodian Peraia no. 41; BE 1955:212a; SEG
14, 718.
[ ]
Fraser & Bean, Rh.P.:41
1 | Γ̣․․․Ο̣․․ ἀργι̣ό̣δοντες ἐπ’ εὐξέστοιο μένοντες |
τοῦ[δ]ε τόπ[ο]υ ․․Ε̣Ρ̣Ε̣․ΘΕ, αὐτὰρ ἐγὼ κορυφᾶι | |
ἀκροτάται β̣[εβαὼς] ἐ̣πιόσσομαι, ὄφρα ἑ μήτις | |
πημήνηι δειλὸς φὼς̣ ἐ̣πινισόμενος· | |
5 | ἦ γὰρ δὴ τόδε γε ἀνδρὸς ἀρειφάτου ἔπλετο σᾶμα |
Διαγόρα κεδνᾶς̣ τε ἀντιθέοιο ἀλόχου, | |
ἅν τε πατὴρ κ̣ίκληισκεν Ἀριστομάχαν, περὶ πασᾶν | |
ἔξοχον εὐτεκνίαι σωφροσύναι τε φ̣[ρε]νῶν. |