Funerary inscription in elegiacs on tomb; III/II; found at Turgut: *Fraser & Bean, Rhodian Peraia no. 41; BE 1955:212a; SEG 14, 718.  
[ ] Fraser & Bean, Rh.P.:41
1 Γ̣․․․Ο̣․․ ἀργι̣ό̣δοντες ἐπ’ εὐξέστοιο μένοντες
τοῦ[δ]ε τόπ[ο]υ ․․Ε̣Ρ̣Ε̣․ΘΕ, αὐτὰρ ἐγὼ κορυφᾶι
ἀκροτάται β̣[εβαὼς] ἐ̣πιόσσομαι, ὄφρα ἑ μήτις
πημήνηι δειλὸς φὼς̣ ἐ̣πινισόμενος·
5 ἦ γὰρ δὴ τόδε γε ἀνδρὸς ἀρειφάτου ἔπλετο σᾶμα
Διαγόρα κεδνᾶς̣ τε ἀντιθέοιο ἀλόχου,
ἅν τε πατὴρ κ̣ίκληισκεν Ἀριστομάχαν, περὶ πασᾶν
ἔξοχον εὐτεκνίαι σωφροσύναι τε φ̣[ρε]νῶν.
Search Help
Contact Us