Honorary inscription for Iulia Domna, Septimius Severus, Caracalla, [and Geta,] with reference to strategos of Cherronesos and Syme, on bases; AD 210/211; found at Thyssanous: Chaviaras, AE 1911, 59-60 no. 46 & 61-63 no.’s 52.Γ & 54 (PH, part); *Wilhelm, NBeitr 3, 52-53.  
[ ] Wilhelm, NBeitr. 3, 52-53
1.0 {²the column in honor of Geta is lost}²
2.1 Ἰουλίαν Δόμναν Αὐγοῦσταν Σεβαστὴν
γυναῖκα τοῦ μεγίστου Αὐτοκράτορος
Καίσαρος Λουκίου Σεπτιμίου Σευήρου
Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ
5 Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου Βρεταννικοῦ
μεγίστου, μητέρα δὲ τῶν μεγίστων Αὐτοκρατόρων
Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ
Βρεταννικοῦ μεγίστου καὶ Πουπλίου Σεπτιμίου
[Γέτα Εὐσεβοῦς] Σεβαστοῦ Βρεταννικοῦ μεγίστου,
10 μητέρα κάστρων.
3.1 τὸν μέγιστον Αὐτοκράτορα
Καίσαρα Λούκιον Σεπτίμιον
Σευῆρον Εὐσεβῆ Περτίνακα
Σεβαστὸν Ἀραβικὸν Ἀδιαβηνικὸν
5 Παρθικὸν μέγιστον Βρεταννικὸν
μέγιστον ἀρχιερέα μέγιστον
δημαρχικῆς ἐξουσίας τὸ ιηʹ
Αὐτοκράτορα τὸ ιβʹ ὕπατον τὸ γʹ
πατέρα πατρίδος ἀνθύπατον. ❦
10
4.1 τὸν μέγιστον Α[ὐτοκράτορα Καίσαρα Μᾶρκον]
Αὐρήλιον Ἀντωνε[ῖνον Εὐσεβῆ Σεβαστὸν]
Βρεταννικὸν μέγιστ[ον δημαρχικῆς ἐξουσίας]
τὸ ιγʹ, αὐτοκράτορα τὸ βʹ, ὕπ[ατον τὸ —ʹ, υἱὸν δὲ]
5 τοῦ μεγίστου Αὐτοκράτ[ορος Καίσαρος Λουκίου]
Σεπτιμίου Σευήρου Εὐσεβοῦς [Περτίνακος]
Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Πα[ρθικοῦ]
μεγίστου Βρεταννικοῦ μεγίστου. ❦
10 Ἡλιόδωρος Ἱεροκλεῦς Νετ(τίδας) ὑπὲρ τοῦ πατρὸς Ἱεροκλεῦς Ἡλιοδώρου Νετ(τίδα) στρατηγήσαντος Χερρονήσσου καὶ Σύμης ἀνέστησεν κατὰ τὸ ψήφισμα τὸ εἰ[σηγηθὲν]
ὑπὸ τῶν περὶ Μᾶρκον Πλα(ύτιον) Ὀνάσανδρον καὶ Ἀπολλώνιο[ν] πρυτ(άνεων) τοὺς παντὸς τοῦ κόσμου σωτῆρας καὶ εὐεργέτας·
θεοῖς·
ἀφιερώθησαν δὲ ἐπὶ στρατηγοῦ Νικάνορος Σεύθα. ❦
Search Help
Contact Us