Second lease document, on stele; II; found at Amos: *Fraser
& Bean, Rhodian Peraia no. 9 (PH, part); BE 1955:214; SEG 14,
684; SEG 28, 833; BE 1978:23.
[ ]
Fraser & Bean, Rh.P.:9
1 | [—]ΤΙΑΜΙΟΙΤΑ |
[—]ΩΓ̣ΟΔΟ̣Υ̣ΤΑΝ | |
[— φυτεύσει] δὲ κατὰ μνᾶν ἑκάστα- | |
[ν τοῦ μισθώματος ἀμπέλους, φυτὰ] μὴ ἐλάσσω [χι]λίω̣ν, ἐμ μὲ- | |
5 | [ν τᾶι λείαι βάθος ὀρύσσων τεσ]σάρων ποδῶν καὶ ἡμιποδίου, |
[σπορὰν διαλείπων μὴ ἔλ]ασσον ποδῶν ἕξ, ἐν δὲ τᾶι τραχεία- | |
[ι βάθος ὀρύσσων τεσσ]άρων ποδῶν, σπορὰν διαλείπων μὴ ἔλασσ- | |
[ον ποδῶν τεσσ]άρων, βάθος ὀρύσ̣σων τὰν τράφαν κ̣α̣ὶ̣ ἐν τᾶι λ- | |
[είαι καὶ τᾶι] τραχείαι μὴ ἔλασσον πέντε ἡμιποδίων· φυτεύσ- | |
10 | [ει δὲ καὶ] συκῆς, φυτὰ μὴ ἐλάσσω τεσσαράκοντα κατὰ μνᾶν |
[ἑκάσταν] τοῦ μισθώματος, μὴ ἔλασσον διὰ τεσσαράκοντα π̣- | |
[οδῶν, βάθ]ο̣ς ὀρύσσων μὴ ἔλασσον ποδῶν τρ̣[ι]ῶν· ἐπεὶ [δέ κα ἀπο]- | |
[δεί]ξ̣ηι τά τε̣ οἰκήματα ὠ̣ικοδομημένα καὶ ἐπίστεγα κα[τὰ τὰ γε]- | |
γραμμένα κ̣[αὶ] τὰς ἀμπέλους καὶ τᾶς συκῆς π̣ε̣φ̣[υτευμένας κ]- | |
15 | ατὰ τὰ γεγραμ[μένα] καὶ ζῶντα τὰ φυτὰ ΕΠΙ̣Τ̣[․c.5․ τοῖς ἱερομνά]- |
μοσι ἀεὶ τοῖς ἐν ἀρχᾶι ο[ὖσι,] ἀπαλειφόντω [τοὶ ἱερομνάμονες το]- | |
ὶ ἐν ἀρχᾶι ἐόντες τοὺς ἐγγύου̣[ς] ἀ̣π̣[ὸ] τ̣[ᾶς ἐν τῶι ἱερῶι? ὑπαρχούσα]- | |
ς [σ]τ̣ά[λ]ας, ἀνανεωσάμενοι τὰν συγ[γραφὰν εἰς τὸν ὑπολοιπο]- | |
ν χρόνον, εἴ κα τὸν πρότερον χρόνον εὐτακ̣[τηκὼς ἦι πάντα, καὶ π]- | |
20 | εφυτευμένων̣ τ̣ῶ̣μ φυτῶν ὁ ὑπόλοιπος χρ[όνος ἔτη ἦι μὴ ἐλάσ]- |
σω ἐτέων δέκα· εἰ δὲ μή, μὴ ἀπαλειφόντω τοὺς ἐ[γγύους μηδὲ] | |
ἀνανε[ωσάσθ]ω̣ν̣ τὰν συγγραφάν· τὰς δὲ ὁδοὺς τὰς κ[ατὰ Δάφ]- | |
νας καὶ Μηθ̣ά̣σας καὶ Πισθ̣μους μὴ ἐπεργαζέσθω· εἰ δέ κ[α ἐπεργά]- | |
ζηται, ἀποτεισάτω ἱερομνάμοσι καὶ Ἀμίων κοινῶι ἀργ[υρίου] | |
25 | δραχμὰς τρισχιλίας, καὶ τὸν τόπον ἐξέστω ἀνομο̣ι̣[ῶσαι τῶι] |
δάμωι· εἰ δέ κα{ι} δ̣ιὰ γᾶς γειτονεύηι [ὁ μ]ι̣σθω̣[σάμενος? μὴ ἐ]- | |
περγαζέσθω ΤΟΥ[․c.5․]Τ̣ΟΠ̣[—] | |
του γᾶν ποθο̣[ριζέσθω? —] | |
Σ․ΝΠΟΛ[—] | |
b.1 | [․ ἐγγ]ύων κατὰ̣ [ταὐτά, εἴ κα μὴ ἀφειμένοι ὦντι, καὶ τὸν χρόνο]- |
ν κ̣[αθ’ ὅγ] κα παραλα̣[μβάνηι· καὶ τὰν δαπάναν τὰν γινομέναν διδό]- | |
τ[ω ὁ π]α̣ραδιδούς· τὰν δὲ [συγγραφὰν τὰν προσυγγεγραμμέναν ἐ]- | |
ν τῶι δαμοσίωι ποτὶ τὸν παραδ̣[ιδόντα, εἴ κα εὐτακτηκὼς ἦι πάντ]- | |
5 | α τοῦ πρότερον χρόνου ὅσα δεῖ, Α[․․c.8․․․ ἀνανεωσάσθων] |
τοί τε ἱερομνάμονες καὶ ὁ παραδιδ[οὺς καθά κα ἀμφότεροι ποθί]- | |
ωνται· ἐπεὶ δέ κα ὁ χρόνος ἐξέλθηι ὁ [γεγραμμένος, παραδειξά]- | |
τω ἱερομνάμοσι τοῖς ἐν ἀρχᾶι οὖσι ἐν [τῶι ἐπιγενομένωι μη]- | |
νὶ τά τε οἰκήματα μὴ ἐλάσσω τῶν τ[ρ]ι̣[ῶν, εἰ δέ κα τριῶν πλείω] | |
10 | ἦι, καὶ τὰ πλείω, πάντα ὀρθὰ καὶ ἐπίστεγα, [ἢ ἀποτεισάτω τοῦ οἰ]- |
κήματος ἑκάστο[υ] τοῦ ἐγλείποντος ἀργ[υρίου δραχμὰς ἑπ]- | |
τακοσίας ἱερο[μν]ά̣μοσι καὶ Ἀμίων κοινῶι· παρ̣[αδειξάτω δὲ καὶ] | |
τὰς ἀμπέλους̣ [καὶ] τ̣ὰς συκῆς πεφυτευμέν[ας κατὰ τὰ γεγρ]- | |
αμμέ̣να καὶ ζωο̣[ύσ]ας, [μ]ὴ νεωτέρας ἐτέων δέ[κα, ἢ ἀποτεισά]- | |
15 | [τω] τ̣ο̣ῦ̣ ἐγλείποντος φυτοῦ ἑκάστου ἀργυρίου̣ [δραχμὰς ἑκατ]- |
[ὸν? ἱερομ]νάμοσι καὶ Ἀμίων κοινῶι· παραδειξάτω [δὲ καὶ τὰς] | |
[χάρακας πάσ]ας αἷς κα ἑσταμέναι ὦντι ταὶ ἄμπελοι [․c.5․] | |
[․․c.8․․․ ἢ ἀπ]οτεισάτω ἀργυρίου δραχμὰς πεντακοσ̣[ίας] | |
[ἱερομνάμοσι καὶ Ἀ]μ̣ίων κοινῶι· παρα̣[δ]ε̣ί̣ξ̣ας δὲ πάντα κατὰ τ- | |
20 | [ὰ γεγραμμένα καὶ κα]ταλιπὼν ἐν τῶι ἀγρῶι ἀπίτω ἐκ τοῦ ἀγροῦ· |
[εἰ δέ τί κα τῶν γ]ε̣γραμμένων̣ ἐ̣πιτιμίων ὀφειλήσας μὴ ἀποδῶι | |
[ἐν τᾶι ἑξᾶν] ἑξαμήνωι, ἀποτεισάτω ἱερομνάμοσι καὶ Ἀμίων | |
[κοινῶι ἀργ]υ̣ρίου δραχμὰς δισμυρίας καὶ ἐκ τοῦ ἀγροῦ ἀπίτω· | |
[ἁ δὲ πρᾶξις] ἔστω καὶ ἐξ αὐτοῦ καὶ ἐκ τῶν ἐγγύων καὶ τῶν μισ- | |
25 | [θωμάτων καὶ τῶ]ν̣ ἐ̣[π]ιτιμίων πάντων· εἰ δέ κα Ἄμιοι ἀφέλωντι |
[τῶν ἐπιτιμίων ἢ μὴ πράξωντ]ι τὰ πάντα κατὰ τὰν συγγραφάν, | |
[ἀποτείσοντι τᾶι πόλει ἀργυρίου δ]ραχμὰς δισμυρίας. vacat | |
[—]λ̣ε̣ι̣τος Θυμ[ο]χάρη |