Second lease document, on stele; II; found at Amos: *Fraser & Bean, Rhodian Peraia no. 9 (PH, part); BE 1955:214; SEG 14, 684; SEG 28, 833; BE 1978:23.  
[ ] Fraser & Bean, Rh.P.:9
1 [—]ΤΙΑΜΙΟΙΤΑ
[—]ΩΓ̣ΟΔΟ̣Υ̣ΤΑΝ
[— φυτεύσει] δὲ κατὰ μνᾶν ἑκάστα-
[ν τοῦ μισθώματος ἀμπέλους, φυτὰ] μὴ ἐλάσσω [χι]λίω̣ν, ἐμ μὲ-
5 [ν τᾶι λείαι βάθος ὀρύσσων τεσ]σάρων ποδῶν καὶ ἡμιποδίου,
[σπορὰν διαλείπων μὴ ἔλ]ασσον ποδῶν ἕξ, ἐν δὲ τᾶι τραχεία-
[ι βάθος ὀρύσσων τεσσ]άρων ποδῶν, σπορὰν διαλείπων μὴ ἔλασσ-
[ον ποδῶν τεσσ]άρων, βάθος ὀρύσ̣σων τὰν τράφαν κ̣α̣ὶ̣ ἐν τᾶι λ-
[είαι καὶ τᾶι] τραχείαι μὴ ἔλασσον πέντε ἡμιποδίων· φυτεύσ-
10 [ει δὲ καὶ] συκῆς, φυτὰ μὴ ἐλάσσω τεσσαράκοντα κατὰ μνᾶν
[ἑκάσταν] τοῦ μισθώματος, μὴ ἔλασσον διὰ τεσσαράκοντα π̣-
[οδῶν, βάθ]ο̣ς ὀρύσσων μὴ ἔλασσον ποδῶν τρ̣[ι]ῶν· ἐπεὶ [δέ κα ἀπο]-
[δεί]ξ̣ηι τά τε̣ οἰκήματα ὠ̣ικοδομημένα καὶ ἐπίστεγα κα[τὰ τὰ γε]-
γραμμένα κ̣[αὶ] τὰς ἀμπέλους καὶ τᾶς συκῆς π̣ε̣φ̣[υτευμένας κ]-
15 ατὰ τὰ γεγραμ[μένα] καὶ ζῶντα τὰ φυτὰ ΕΠΙ̣Τ̣[․c.5․ τοῖς ἱερομνά]-
μοσι ἀεὶ τοῖς ἐν ἀρχᾶι ο[ὖσι,] ἀπαλειφόντω [τοὶ ἱερομνάμονες το]-
ὶ ἐν ἀρχᾶι ἐόντες τοὺς ἐγγύου̣[ς] ἀ̣π̣[ὸ] τ̣[ᾶς ἐν τῶι ἱερῶι? ὑπαρχούσα]-
ς [σ]τ̣ά[λ]ας, ἀνανεωσάμενοι τὰν συγ[γραφὰν εἰς τὸν ὑπολοιπο]-
ν χρόνον, εἴ κα τὸν πρότερον χρόνον εὐτακ̣[τηκὼς ἦι πάντα, καὶ π]-
20 εφυτευμένων̣ τ̣ῶ̣μ φυτῶν ὁ ὑπόλοιπος χρ[όνος ἔτη ἦι μὴ ἐλάσ]-
SW E)TE/WN DE/KA: EI) DE\ MH/, MH\ A)PALEIFO/NTW TOU\S E)[GGU/OUS MHDE\]
ἀνανε[ωσάσθ]ω̣ν̣ τὰν συγγραφάν· τὰς δὲ ὁδοὺς τὰς κ[ατὰ Δάφ]-
νας καὶ Μηθ̣ά̣σας καὶ Πισθ̣μους μὴ ἐπεργαζέσθω· εἰ δέ κ[α ἐπεργά]-
ζηται, ἀποτεισάτω ἱερομνάμοσι καὶ Ἀμίων κοινῶι ἀργ[υρίου]
25 δραχμὰς τρισχιλίας, καὶ τὸν τόπον ἐξέστω ἀνομο̣ι̣[ῶσαι τῶι]
δάμωι· εἰ δέ κα{ι} δ̣ιὰ γᾶς γειτονεύηι [ὁ μ]ι̣σθω̣[σάμενος? μὴ ἐ]-
περγαζέσθω ΤΟΥ[․c.5․]Τ̣ΟΠ̣[—]
του γᾶν ποθο̣[ριζέσθω? —]
Σ․ΝΠΟΛ[—]
b.1 [․ ἐγγ]ύων κατὰ̣ [ταὐτά, εἴ κα μὴ ἀφειμένοι ὦντι, καὶ τὸν χρόνο]-
ν κ̣[αθ’ ὅγ] κα παραλα̣[μβάνηι· καὶ τὰν δαπάναν τὰν γινομέναν διδό]-
τ[ω ὁ π]α̣ραδιδούς· τὰν δὲ [συγγραφὰν τὰν προσυγγεγραμμέναν ἐ]-
ν τῶι δαμοσίωι ποτὶ τὸν παραδ̣[ιδόντα, εἴ κα εὐτακτηκὼς ἦι πάντ]-
5 α τοῦ πρότερον χρόνου ὅσα δεῖ, Α[․․c.8․․․ ἀνανεωσάσθων]
τοί τε ἱερομνάμονες καὶ ὁ παραδιδ[οὺς καθά κα ἀμφότεροι ποθί]-
ωνται· ἐπεὶ δέ κα ὁ χρόνος ἐξέλθηι ὁ [γεγραμμένος, παραδειξά]-
τω ἱερομνάμοσι τοῖς ἐν ἀρχᾶι οὖσι ἐν [τῶι ἐπιγενομένωι μη]-
νὶ τά τε οἰκήματα μὴ ἐλάσσω τῶν τ[ρ]ι̣[ῶν, εἰ δέ κα τριῶν πλείω]
10 ἦι, καὶ τὰ πλείω, πάντα ὀρθὰ καὶ ἐπίστεγα, [ἢ ἀποτεισάτω τοῦ οἰ]-
κήματος ἑκάστο[υ] τοῦ ἐγλείποντος ἀργ[υρίου δραχμὰς ἑπ]-
τακοσίας ἱερο[μν]ά̣μοσι καὶ Ἀμίων κοινῶι· παρ̣[αδειξάτω δὲ καὶ]
τὰς ἀμπέλους̣ [καὶ] τ̣ὰς συκῆς πεφυτευμέν[ας κατὰ τὰ γεγρ]-
αμμέ̣να καὶ ζωο̣[ύσ]ας, [μ]ὴ νεωτέρας ἐτέων δέ[κα, ἢ ἀποτεισά]-
15 [τω] τ̣ο̣ῦ̣ ἐγλείποντος φυτοῦ ἑκάστου ἀργυρίου̣ [δραχμὰς ἑκατ]-
[ὸν? ἱερομ]νάμοσι καὶ Ἀμίων κοινῶι· παραδειξάτω [δὲ καὶ τὰς]
[χάρακας πάσ]ας αἷς κα ἑσταμέναι ὦντι ταὶ ἄμπελοι [․c.5․]
[․․c.8․․․ ἢ ἀπ]οτεισάτω ἀργυρίου δραχμὰς πεντακοσ̣[ίας]
[ἱερομνάμοσι καὶ Ἀ]μ̣ίων κοινῶι· παρα̣[δ]ε̣ί̣ξ̣ας δὲ πάντα κατὰ τ-
20 [ὰ γεγραμμένα καὶ κα]ταλιπὼν ἐν τῶι ἀγρῶι ἀπίτω ἐκ τοῦ ἀγροῦ·
[εἰ δέ τί κα τῶν γ]ε̣γραμμένων̣ ἐ̣πιτιμίων ὀφειλήσας μὴ ἀποδῶι
[ἐν τᾶι ἑξᾶν] ἑξαμήνωι, ἀποτεισάτω ἱερομνάμοσι καὶ Ἀμίων
[κοινῶι ἀργ]υ̣ρίου δραχμὰς δισμυρίας καὶ ἐκ τοῦ ἀγροῦ ἀπίτω·
[ἁ δὲ πρᾶξις] ἔστω καὶ ἐξ αὐτοῦ καὶ ἐκ τῶν ἐγγύων καὶ τῶν μισ-
25 [θωμάτων καὶ τῶ]ν̣ ἐ̣[π]ιτιμίων πάντων· εἰ δέ κα Ἄμιοι ἀφέλωντι
[τῶν ἐπιτιμίων ἢ μὴ πράξωντ]ι τὰ πάντα κατὰ τὰν συγγραφάν,
[ἀποτείσοντι τᾶι πόλει ἀργυρίου δ]ραχμὰς δισμυρίας. vacat
[—]λ̣ε̣ι̣τος Θυμ[ο]χάρη
Search Help
Contact Us