Decree of koinon of Tymnos concerning hiera, on block of pinkish stone; I; found at Tymnos: *Fraser & Bean, Rhodian Peraia no. 26 (PH); SEG 14, 702; BE 1955:210; Sokolowski, TAPA 87, 1956, 47-50; BE 1958:456; **SEG 16, 633 (ll. 5-6).  
[ ] Fraser & Bean, Rh.P.:26
1 [ἐπὶ ἱερ]οθύτα Κλεινία τοῦ Ἐπιγόνου, Πανάμου [δευ]-
[τέραι?] ἱσταμένου, ἔδοξε Τυμνίων τῶι κοινῶι· [Ἐ]-
[πίγ]ονος Κλεινία εἶπε· τὰ μὲν ἄλλα πάντ[α] γ[ενέ]σθαι τὰ̣ [πε]-
[ρὶ τῶ]ν ἱερῶν κατὰ τὰ προδεδογμένα τῶι κοινῶι· ὅπως δὲ [καὶ]
5 [τοὶ] προθύοντες περί τε τὰν κτοίναν καὶ περὶ τὸ̣ν [γά]-
[μο]ν τῶι [Δ]ι̣ῒ̣ καὶ τᾶι Ἥραι ἐ̣πὶ̣ τῶν ἐπ̣ι̣β․․․ω̣ν τῶν ἐν [τᾶι]
[ἀγο]ρᾶι ἔ[χ]ωντι τὰ ποτὶ τὰν χρείαν, καὶ συ̣ναύξη[ται τὰ]
[τ]ῶν θεῶν τίμια, [ὁ] ἱεροθύτας ἀ̣εὶ ὁ ἐν ἀρχᾶι ἐὼν δ̣ό̣[τω]
[α]ὐτοῖς τὰν στοὰν καὶ τὰ χρηστήρια τὰ ποτικατα[ρ]-
10 [τι]σ̣θέντα τᾶι στοᾶι, ὥστε κατ̣α̣χ̣ρ̣ῖ̣σ̣θαι τὰ θυθέντα· κα-
[κο]ῦ̣ν δὲ μὴ ἐξέστω μήτε τούτοις μήτε ἄλλωι μηθενὶ μηθέν, μ[η]-
[δὲ] ποτ’ ἄλλαν χρείαν μηδεμίαν ξύλα κάειν ἐν τᾶι στοᾶι· μὴ ἐξέσ[τω δὲ?]
[μ]ηθενὶ μηδὲ ποθαλ̣[οῦ]ν μηθὲν μήτε ποτὶ τὰν στέγαν μήτε ποτὶ τὰ̣ [ἐ]-
[πι]στύλια· εἰ δέ τίς κα π[ο]ῇ τι παρὰ τὰ γεγραμμένα, κωλυόντω α̣[ὐ]-
15 [τὸ]ν ὅ τε ἱεροθύτας καὶ ὁ δαμόσιος καὶ ἄλλος ὁ χρῄζων τῶν συ̣ν̣-
[δ]α̣μετᾶν· τὸν δὲ μὴ πιθόμενον καὶ ἀπογραφόντω ποτὶ τοὺς ἱ̣[ε]-
[ρο]ταμί̣α̣ς̣ ὀφίλοντα ἐπιτίμιον ἱερ̣ὰ̣ς Ἀπόλλωνος δραχμὰς ἑκατό[ν,]
[κα]ὶ̣ ἀ̣ναιρεύντω τὰ ποθαλωθέντα.  ὅ̣π̣ως δὲ κα[ὶ φ]ανερὰ ὑπ[άρχῃ]
[τὰ] γεγραμμένα καὶ μηθὶς̣ ἁμαρτάν̣ῃ̣ μηθὲν εἰς τοὺς θεούς,
20 [δι]α̣μένε δὲ ὡς πλεῖστον χρόνον ἀσινῆ καὶ καθαρὰ τὰ ἀγάλμα-
[τα,] ὁ ἱεροθύτας ὁ ἐν ἀρχᾶι ἐὼν ἀναγραψάτω τόδε τὸ ψάφισμ[α]
[ἐν] τᾶι στοᾶι ἐπὶ τὸν ἀντίον τοῖχον.
Search Help
Contact Us