Honorary decree for (no name); III/II; found at Physkos,
presumably from Amos: Şahin & Engelmann, ZPE 34, 1979, 218-219,
no. 6 (PH); BE 1979:471; *SEG 29, 1064.
[ ]
SEG 29, 1064
1 | [—]σθε ν̣ε̣[—] |
[— ἐπι]μ̣εληθέντ[ω τᾶς] | |
[κατασκευᾶς τοῦ στεφάνου] καὶ τοῦ ἀνδριάντος καὶ τ[ᾶς] | |
[στάλας καὶ τᾶς ἀνα]γραφᾶς τοῦδε τοῦ ψαφίσματος κα̣[ὶ] | |
5 | [τᾶς ἀναθέσεως ε]ἰς τὸν ἀποδειχθέντα τόπον. vacat εἰς δὲ |
[τὰν κατασκευὰν] τοῦ στεφάνου καὶ τοῦ ἀνδριάντος | |
[καὶ τᾶς στάλας κ]αὶ τὰν ἀνάθεσιν καὶ τὰν ἀναγραφὰ[ν] | |
[τοῦ ψαφίσματο]ς τελεσάντω τοὶ ἱερομνάμονες το[ῖς] | |
[αἱρεθεῖσιν ἀνδ]ρ̣άσι τὸ ταχθὲν ὑπὸ τοῦ δάμου, v ταξάτω | |
10 | [δὲ ὁ δᾶμος μ]ετὰ τὰν κύρωσιν τοῦδε τοῦ ψαφίσματος |
[μὴ πλεῖον δρα]χμᾶν δισχιλιᾶν καὶ ἑκατόν· ἀποδειξά- | |
[τω δὲ καὶ? τό]πον ἐν ὧι σταθησεῖ ἁ στάλα· τὸν δὲ ἀποδει- | |
[χθέντα τό]πον καὶ τὸ ταχθὲν ὑπὸ τοῦ δάμου εἰς τὰν | |
[κατασκε]υὰν τοῦ στεφ[άν]ου καὶ τοῦ ἀνδριάντος καὶ | |
15 | [τὰ ἄλ]λ̣α τὰ ἐν τῶι ψαφ̣ί̣σματι γεγραμένα ποτιγρά- |
[ψει ὁ] γραμματεὺς ποτὶ τόδε τὸ ψάφισμα |