[Hiereus] inscription of (Tiberius Flavius) Iason (Aeneas), mostly in hexameters; 2e; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887, 387-389, no. 4; Laumonier, BCH 61, 1937, 260, no. 70; *IStratonikeia 206.  
[ ] IStr 206
1 ἐξ ζακόρων ζάκορος, φι-
λότειμός τε ἐκ φιλοτεί-
μων∙ Αἰνείου μεγάλου καὶ
Παυλείνης φίλος υἱός,∙ Ζηνὶ
5 Πανημερίῳ ὑπάτῳ μεγά-
θυμος Ἰάσων,∙ ἄμμιγα Πυθι-
ανῇ περικαλλέϊ τῇ συνο-
μεύνῳ,∙ ἑπτὰ ἔτη φιλότει-
μα Κομύρια θύματ’ ἔρεξεν,∙
10 δαῖτας ἴσας παρέχων
Ζηνὸς βουλαῖσιν Ἰάσων,∙
σὺμ φιλίῃ τήθῃ καὶ μητέ-
ρι καὶ συνομαίμῳ,∙ μητέ-
ρι Παυλείνηι καὶ Μαμάλῳ
15 εὔφρονι τήθηι,∙ Θεοφά-
νεΐ τε κασιγνήτωι ζακό-
ρῳ τὸ πρὶν ἁγνῶι·∙ δῶκεν
ἑῇ πάτρᾳ δηνάρια μυ-
ρία Ἰάσων,∙ ἄξια προγό-
20 νων ἠδὲ γένους τε-
λῶν τὰ πάντα
Search Help
Contact Us