Dedication of charisterion [to Zeus Panemeros Argyrou and Hera] by [Mar(cus) Aur(elius) A]<r>rianus Ar[byles] and [Aur(elia) Chotarion, hiereis]; 22/3; found at Panamara: Cousin & Deschamps, BCH 15, 1891, 187-188, no. 131; Laumonier, BCH 61, 1937, 292, no. 146; *IStratonikeia 312.  
[ ] IStr 312
1 [Διῒ Πανημέρῳ Ἀργύρου καὶ Ἥρᾳ·]
[ἱερῖς ἐξ ἱερέων ἐν Κομυρίῳ Μᾶρ(κος) Αὐρ(ήλιος) Ἀ]<ρ>ριανὸς Ἀλεξάνδρου Ἀρ̣[βύλης]
[καὶ Αὐρ(ηλία) Χωτάριον Ἀνδρονίκου δὶς Λέοντ]ος ὑπόγυον κληθέντες διὰ τ[ὸ]
[μηδένα θελῆσαι ὑπομεῖναι τὴν ἱερεωσύν]ην διὰ τὴν γενομένην ἀπροσδ̣[όκη]-
5 [τον τῶν ἐλαεινῶν καῦσιν, ἱερατεύσαντες] Κομύριον καὶ ἑστιάσαντες τοὺς πολε[ί]-
[τας καὶ τοὺς ξένους, δόντες καὶ ἐν τῇ ἀν]όδῳ τῇ ἐν τῷ ἱερῷ ἑκάστῃ τῶν γυναι-
[κῶν 𐆖 αʹ· καὶ γυμνασιαρχήσαντες σὺν κ]αὶ τῇ παραλήψι τοῦ στεφάνου ἡμέρας
[κβʹ ἐν ἑκατέροις τοῖς γυμνασίοις καὶ] ἐν τοῖς γυναικίοις βαλανίοις καὶ ἐν τῷ ἱ-
[ερῷ τῆς Ἑκάτης, θέντες τε ἔλαιον καὶ] νυκτὸς καὶ ἡμέρας ἀνέδην, δόντες καὶ ὑ-
10 [πὲρ τῶν τρικλινιαρχιῶν ἐν αὐταῖς τῶ]ν Παναμαρίων ἡμέραις ἐν τῇ πόλει παρ’ ἑ-
[αυτῶν πάσῃ τύχῃ καὶ ἡλικίᾳ καὶ τοῖς] ἐπιδημήσασιν τῇ πανηγύρι ξένοις ἀνὰ 𐆖 εʹ,
[— τ]ὸ Κομύριον ἡμέραις πᾶσιν τοῖς παραγενο-
[μένοις ἐπίδοσιν οἴνου τε καὶ τῶν λοιπῶ]ν τῶν συνηθῶν, Διεὶ καὶ Ἥρᾳ χαριστήριον·
[εὐτυχῶς· μυσταγωγοῦντος Αὐρ(ηλίου) Ἰάσονος δʹ] τοῦ Λέοντος τοῦ ἐξαδέλφου.
Search Help