Dedication of charisterion to [Zeus P]anemeros Argyrou and He[ra] by Mar(cus) Aur(elius) <A>rrianus Chotarion, hiereis; 22/3; found at Panamara: Cousin & Deschamps, BCH 15, 1891, 185-187, no. 130; Laumonier, BCH 61, 1937, 292-294, no. 146; Laumonier, BCH 62, 1938, p. 178; *IStratonikeia 311.  
[ ] IStr 311
1 [Διῒ Π]ανημέρῳ Ἀργύρου καὶ Ἥ[ρᾳ·]
[ἱε]ρῖς ἐξ ἱερέων ἐν Κο-
μυρίῳ Μᾶρ(κος) Αὐρ(ήλιος) <Ἀ>ρ-
ριανὸς Ἀλεξάνδρου Ἀρβύ-
5 λης καὶ Αὐρ(ηλία) Χωτάριον
Ἀνδρονίκου δὶς Λέοντος
ὑπόγυον κληθέντες διὰ τὸ
μηδένα θελῆσαι ὑπομεῖ-
ναι τὴν ἱερεωσύνην διὰ
10 τὴν γενομένην ἀπροσδό-
κητον τῶν ἐλαεινῶν καῦ-
σιν, ἱερατεύσαντες Κομύρι-
ον καὶ ἑστιάσαντες τοὺς
πολείτας καὶ τοὺς ξένους,
15 δόντες καὶ ἐν τῇ ἀνόδῳ τῇ
ἐν τῷ ἱερῷ ἑκάστῃ τῶν γυ-
ναικῶν 𐆖 αʹ· καὶ γυμνασιαρ-
χήσαντες σὺν καὶ τῇ παρα-
λήψι τοῦ στεφάνου ἡμέ-
20 ρας κβʹ ἐν ἑκατέροις τοῖς
γυμ<ν>ασίοις καὶ ἐν τοῖς γυναικ-
ίοις βαλανίοις καὶ ἐν τῷ ἱερῷ
τῆς Ἑκάτης, θέντες τε ἔλαι-
ον καὶ νυκτὸς καὶ ἡμέρας ἀνέ-
25 δην, δόντες καὶ ὑπὲρ τῶν τρι-
κλινιαρχιῶν ἐν αὐταῖς τῶν
Παναμαρίων ἡμέραις ἐν τῇ
πόλι παρ’ ἑαυτῶν πάσῃ τύχῃ
καὶ ἡλικίᾳ καὶ τοῖς ἐπιδημή-
30 [σα]σιν [ἐν τῇ πα]νηγύρι ξένοις
[ἀνὰ 𐆖 εʹ· —]
ευχα[—]
ρίῳ ανιθ[—]ις τολ̣υ̣
τὸ Κομύριον ἡμέραις
35 πᾶσιν τοῖς παραγε-
νομένοις ἐπίδοσιν
οἴνου τε καὶ τῶν
λοιπῶν τῶν συνη-
θῶν Διεὶ καὶ Ἥρᾳ
40 χαριστήριον·
εὐτυχῶς·
μυσταγωγοῦντος
Αὐρ(ηλίου) Ἰάσονος δʹ τοῦ
Λέο<ν>τος τοῦ ἐξα-
45 δέλφου.
Search Help