Dedication of charisterion to [Zeus P]anemeros Argyrou and
He[ra] by Mar(cus) Aur(elius) <A>rrianus Chotarion, hiereis;
22/3; found at Panamara: Cousin & Deschamps, BCH 15, 1891,
185-187, no. 130; Laumonier, BCH 61, 1937, 292-294, no. 146;
Laumonier, BCH 62, 1938, p. 178; *IStratonikeia 311.
[ ]
IStr 311
1 | [Διῒ Π]ανημέρῳ Ἀργύρου καὶ Ἥ[ρᾳ·] |
[ἱε]ρῖς ἐξ ἱερέων ἐν Κο- | |
μυρίῳ Μᾶρ(κος) Αὐρ(ήλιος) <Ἀ>ρ- | |
ριανὸς Ἀλεξάνδρου Ἀρβύ- | |
5 | λης καὶ Αὐρ(ηλία) Χωτάριον |
Ἀνδρονίκου δὶς Λέοντος | |
ὑπόγυον κληθέντες διὰ τὸ | |
μηδένα θελῆσαι ὑπομεῖ- | |
ναι τὴν ἱερεωσύνην διὰ | |
10 | τὴν γενομένην ἀπροσδό- |
κητον τῶν ἐλαεινῶν καῦ- | |
σιν, ἱερατεύσαντες Κομύρι- | |
ον καὶ ἑστιάσαντες τοὺς | |
πολείτας καὶ τοὺς ξένους, | |
15 | δόντες καὶ ἐν τῇ ἀνόδῳ τῇ |
ἐν τῷ ἱερῷ ἑκάστῃ τῶν γυ- | |
ναικῶν 𐆖 αʹ· καὶ γυμνασιαρ- | |
χήσαντες σὺν καὶ τῇ παρα- | |
λήψι τοῦ στεφάνου ἡμέ- | |
20 | ρας κβʹ ἐν ἑκατέροις τοῖς |
γυμ<ν>ασίοις καὶ ἐν τοῖς γυναικ- | |
ίοις βαλανίοις καὶ ἐν τῷ ἱερῷ | |
τῆς Ἑκάτης, θέντες τε ἔλαι- | |
ον καὶ νυκτὸς καὶ ἡμέρας ἀνέ- | |
25 | δην, δόντες καὶ ὑπὲρ τῶν τρι- |
κλινιαρχιῶν ἐν αὐταῖς τῶν | |
Παναμαρίων ἡμέραις ἐν τῇ | |
πόλι παρ’ ἑαυτῶν πάσῃ τύχῃ | |
καὶ ἡλικίᾳ καὶ τοῖς ἐπιδημή- | |
30 | [σα]σιν [ἐν τῇ πα]νηγύρι ξένοις |
[ἀνὰ 𐆖 εʹ· —] | |
ευχα[—] | |
ρίῳ ανιθ[—]ις τολ̣υ̣ | |
τὸ Κομύριον ἡμέραις | |
35 | πᾶσιν τοῖς παραγε- |
νομένοις ἐπίδοσιν | |
οἴνου τε καὶ τῶν | |
λοιπῶν τῶν συνη- | |
θῶν Διεὶ καὶ Ἥρᾳ | |
40 | χαριστήριον· |
εὐτυχῶς· | |
μυσταγωγοῦντος | |
Αὐρ(ηλίου) Ἰάσονος δʹ τοῦ | |
Λέο<ν>τος τοῦ ἐξα- | |
45 | δέλφου. |