Hiereus inscription of [Marcus Sempronius Clemens
K(ora)z(eus)]; 22; found at Panamara, identical with Stratonikeia
228: Cousin, BCH 28, 1904, 37, no. 21; BE 1906:48; SEG 4, 391;
Laumonier, BCH 61, 1937, p. 287 no. 131 and p. 292 no. 145;
Laumonier, BCH 62, 1938, 176; *IStratonikeia 295(a) + II 2 p.
35.
[ ]
IStr 295a + II2 p. 35
1 | ἱερεὺς ἐπαγγιλάμεν[ος Μᾶρκος Σεμπρώνιος, Μάρκου υἱός, Παλατείνα, Κλήμης, Κ(ωρα)ζ(εύς), ἀλειτουργη]- |
σίᾳ καὶ ἀτελείᾳ τετειμ[ημένος δόγματι συγκλήτου ἐκ γένους, ἐπανγελλόμενος δὲ χαρίζεσθαι] | |
τοῖς θεοῖς καὶ τῇ πατρ[ίδι εὐσεβῶς καὶ φιλοτείμως ἱερατεύων ὡς μηδεμίαν καταλιπεῖν ὑπερ]- | |
βολὴν μηδενί, μετὰ ἱερεί[ας Ἱσοχρύσου τῆς Ἀντιόχου σεμνοτάτης καὶ ἀξιολόγου γυναικὸς αὐτοῦ Κω(ραιΐδος)] | |
5 | τάς τε τραπέζας ἐπὶ τὰ ἄρ[ιστα καὶ τὰ δεῖπνα ἅπασιν ἀνθρώποις παρέχων, καὶ πάντα τὰ ἀνενε]- |
χθέντα τῷ θεῷ ἀποδιδοὺ[ς τοῖς ἀνενένκασι, καὶ παρακαλῶν ἅπαντας καὶ ἐπὶ τὰς ἄλ]- | |
λας θυσίας, ἐγυμνασιάρχη[σεν δὲ πάσῃ τύχῃ καὶ ἡλικίᾳ θεὶς ἔλαιον ἑλκυστὸν καὶ ἐ]- | |
παλίμματα ἐν τοῖς δυσ[ὶ βαλανείοις ἄμετρα ἀδιαλείπτως ἡμέρας καὶ νυκτός, τῇ τε] | |
παραλήψι τοῦ στεφάνο[υ καὶ πάντα τὸν τῆς πανηγύρεως χρόνον ἀπὸ τῆς εἰκάδος ἕως] | |
10 | καὶ τῆς τριακάδος, γεγυμ[νασιαρχηκὼς δὲ πάσῃ τύχῃ καὶ ἡλικίᾳ καὶ τὴν ἀνάβασιν] |
τοῦ θεοῦ, ἀγῶνάς τε ἐπ[ιτετελεκὼς ἐκ τῶν ἰδίων θυμελικοὺς καὶ γυμνικοὺς καθ’ ἕκα]- | |
στον ἐνιαυτὸν μεγαλο[πρεπῶς τοὺς τῶν Παναμαρείων πάντα χρόνον ὑπέσχηται ἐ]- | |
κ τῶν ἑαυτοῦ γείνεσθα[ι αὐτούς, ἠρχιερατευκὼς τῶν Σεβαστῶν καὶ ἐστεφανηφο]- | |
ρηκὼς μεθ’ ἧς ἔσχεν ἀξιο[λόγου καὶ σώφρονος γυναικὸς εμπ․c.4․αι ἐπαγγελί]- | |
15 | [ας καὶ —] |