Honorary inscription by demos, boulai, and ge[rou]sia for Marcus Sempronius Clemens, hiereus, commemorating building; 22; found at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 85-87, no. 10; Laumonier, BCH 61, 1937, 287, no. 131; Oliver, Sacred Gerousia no. 40; *IStratonikeia 293.  
[ ] IStr 293
1 [ὁ] δῆμος καὶ αἱ βουλαὶ καὶ ἡ γε[ρου]-
σία ἐτίμησαν ταῖς μεγίσταις καὶ
ἐξαιρέτοις τειμαῖς Μᾶρκον Σενπρ-
ώνιον, Μάρκου υἱόν, Κλήμεντα, ἄνδρα ἀξι-
5 όλογον καὶ ἀσύγκριτον, ἀτελείᾳ καὶ ἀλει-
τουργησίᾳ ἐκ γένους τετειμημέ-
νον, ἐπαγγελλόμενον δὲ ἠρχι-
ερατευκότα τῶν Σεβαστῶν πλου-
σίως, ἱερατευκότα τοῦ Παναμά-
10 ρου τετράκις, τὸ δὶς ἐν Ἡραίοις
κατὰ πενταετηρίδα, ὅτε δὲ τὸ δεύ-
τερον ἱεράτευεν, ἱερατευκότα καὶ
τῆς Ἑκάτης ἐν στενοχώροις και-
ροῖς, ἱερατευκότα τῆς Ἑκάτης ὁμό-
15 σε ὅτε καὶ τοῦ Παναμάρου τὸ βʹ, ἱερα-
τευκότα ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσαορεί-
ου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, γεγυ-
MNASIARXHKO/TA E(PTA/KIS PLOUSI/WS,
A)GWNOQETOU=NTA KAT' E)NIAUTO\N E)K TW=N
20 ἰδίων, εὐθηνιαρχηκότα ἐν στενοχώ-
ρῳ καιρῷ, δεκάπρωτον, πεπρυτανευ-
κότα καὶ γεγραμματευκότα ἐν δυσ-
κόλοις, καὶ πεποηκότα πάντα ἐπὶ ὠφε-
λίᾳ τῆς πόλεως, κατεσκευακότα ὑ-
25 δραγώγια καὶ ὕδατα εἰσαγειωκχότα
εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, ἐν ᾧ ἱεράτευ-
εν χρόνῳ, κατεσκευακότα ναὸν ἐν τῷ
περιστώῳ τοῦ βουλευτηρί<ου> σὺν τοῖς ἀγάλ-
μασιν ἐν παντὶ τῷ κόσμῳ, τεθικότα δὲ
30 ἀγάλματα τὰ ἐν Παναμάροις καὶ ἐν Λαγείνοις
καὶ ἐν Κολιέργοις.  περὶ πάντων ἐστὶν ψηφίσματα.
Search Help
Contact Us