[Hiereus] inscription of Marcus Sempronius Clemens; 22;
found at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 83-85, no.
9; Laumonier, BCH 61, 1937, p. 253 note 3, p. 268 infra, p. 287
no. 131, and p. 289 no.’s 132-133; *IStratonikeia 289.
[ ]
IStr 289
1 | [ἱερεὺς ἐ]πανγειλάμενος ἐν Ἡραίοις τὸ βʹ, ἱερατεύων κατὰ τὸ [αὐτὸ τῆς μεγίστη]ς καὶ ἐπιφανεστάτης θεᾶς Ἑκά- |
της, Μᾶρκος Σεμπρώνιος, Μάρκου υἱός, Κλήμης, μετὰ ἱερείας [τῆς καὶ ἑαυτοῦ γ]υναικὸς Ἰσοχρύσου τῆς Ἀντιό- | |
χου Κω(ραιΐδος), μετὰ τὴν ἀρχιερωσύνην καὶ τὴν πρώτην ἱερωσύνην [Διὸς] Πα[να]μάρου καὶ τὴν δεκαπρωτείαν, ἱερατευ- | |
κὼς τῷ ἑξῆς ἐνιαυτῷ τρεῖς ὁμοῦ ἱερωσύνας Διὸς Χρυσάορος καὶ Διὸς Ναράσου καὶ Διὸς Λωνδάργου, καὶ τῷ ἑξῆς | |
5 | εὐθηνιαρχηκὼς σειτοδείας οὔσης, καὶ ἀγάλματα ἀνατεθεικὼς ἐν τοῖς ἱεροῖς τῷ τε ἐν Παναμάροις καὶ τῷ ἐν Λαγεί- |
νοις καὶ τῷ ἐν Κολιόργοις, καὶ κατ’ ἐνιαυτὸν ἀγωνοθεῶν καὶ μὴ διαλελοιπὼς μηδὲ ἑνὶ ἐνιαυτῷ τοῦ ἐκ τῶν ἰδίων | |
λιτουργεῖν, ἱερατευκὼς ὁμοῦ τὰς δύο ἱερωσύνας, ὡς προγέγραπται, ἐν αἷς φιλοτειμότατα καὶ ἁπλούστατα πάντα πρά- | |
[ξ]ας, καὶ ταῦτα στενοχωρίας περὶ τοὺς καρποὺς πάντας γενομένης, καὶ γυμνασιαρχίας ἁπλῶς ἐπιτετελεκώς, | |
[κ]αὶ ὑδραγώγια κατεσκεύασεν ἐν τῷ ἱερῷ τῆς Ἑκάτης καὶ ὕδατα πλούσια εἰσαγείωκχεν ἰδίοις ἀναλώμασιν, | |
10 | [κ]αὶ ναὸν κατασκευάσας ἐν τῷ βουλευτηρίῳ καὶ κοσμήσας ἀξιοπρεπῶς καθιέρωκεν ἀγά<λ>ματα θεῶν Παναμάρου, Ἑκά- |
[τ]ης, Ἀρτέμιδος, Ἀσκληπιοῦ, Ὑγείας, καὶ εἰκόνας τέθεικεν κορωλλικὰς τρεῖς καὶ ἀνδριάντα εἰκονικὸν ἱερατικὸν | |
[α]ὐτοῦ, καὶ τὸν ἄλλον κόσμον πάντα πεπόηκεν, καὶ τὰς ἄλλας πάσας φιλοτειμίας πεπόηκεν καθὼς | |
[κα]ὶ τὰ τειμητικὰ ψηφίσματα μαρτυρεῖ, συνφιλοτιμουμένης ἐν πᾶσιν καὶ τῆ<ς> ἱερείας Ἰσοχρύσου, κα<ὶ> τοῦ υἱοῦ Σεμ(πρωνίου) | |
[Κλ]ήμεντος καὶ ἐν τοῖς μετὰ τὰς ἱερωσύνας γεγονυίας αὐτοῖς θυγατρὸς Τατίας, καὶ νεωκόρου Φλ(αουίου) Φαίδρου. |