Dedication to [Zeus P]anemerios and Hera by [Epainetos] Pamphilos and Fl(avia) Artem[on Hie(rokometis),] hiereis; 2e/3; found at Panamara: Hatzfeld, BCH 51, 1927, 100, no. 68; BE 1928:380; SEG 4, 304; Laumonier, BCH 61, 1937, p. 267 no. 89 and p. 284 no. 120; *IStratonikeia 268.  
[ ] IStr 268
1 [Διῒ Π]ανημερίῳ καὶ Ἥρᾳ· ἱερεὺς ἐξ ἐπανγελίας ἐν Ἡραίοις κατὰ
[πενταετηρίδα μετὰ ἱερωσύνην] τῆς Ἑκάτης ἣν ἐτέλεσεν ἐξ ἐπανγελίας μεγαλοπρεπῶς
[καὶ φιλοδόξως Ἐπαίνετος δὶς τοῦ Γ]αλέστου Πάμφιλος ἁλιονίκης παράδοξος, ἱέρια Φλ(αουία) Ἄρτεμ[ον]
[Ἱε(ροκωμῆτις) ὑποδεξάμενοι εἰς τὰς] τοῦ θεοῦ τραπέζας δι’ ὅλου τοῦ ἔτους πᾶσαν τύχην καὶ ἡλικ[ίαν]
5 [τῶν κατοικούντων τὴν πόλιν] καὶ τὴν χώραν καὶ πάντων τῶν ἀπὸ τῆς οἰκουμένης ἀνθρώπ[ων]
[εἱστίασαν φιλοτίμως] καὶ μεγαλοπρεπῶς πανδαισίᾳ λαμπρᾷ καὶ πολυτελεῖ καὶ ἀνυπερβλήτῳ,
[καὶ ἐγυμνασιάρχησαν] θέντες τὸ ἔλαιον πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῇ τε τοῦ στεφάνου πα-
[ραλήψει καὶ τὰς τῆς πανηγύ]ρεως τῶν Παναμαρίων ἡμέρας καὶ νύκτας πάσας ἀδιαλίπτ[ως]
[ἐν τοῖς δυσὶ βαλανείοις, ἐπὶ δὲ τούτ]οις δόντες καὶ 𐆖 ͵αιεʹ χρύσεον στέφανον τῇ Ἥρᾳ, συνφιλοτ[ι]-
10 [μουμένων αὐτοῖς τοῦ π]ατρὸς τοῦ ἱερέως Ἐπαινέτου <τοῦ> Γαλέστ[ου κα]ὶ τοῦ ἀδελφοῦ Γαλέστου
[τοῦ Ἐπαινέτου καὶ τῆς ἀ]δελφῆς Ἀπφίου καὶ τοῦ υἱοῦ Ἐπαινέτου [καὶ τῶ]ν υἱῶν τῆς ἱερείας Σου[—]
[καὶ —]· εὐτυχῶς.
Search Help