Dedication by [Dio]medes Sosandros Hie(rokometes) and Tatias [Am]mion Apphion, hiereis; 22/3; found at Panamara: Cousin, BCH 28, 1904, 20-22, no. 1.B; BE 1906:48; Laumonier, BCH 61, 1937, 284, no. 117; BE 1961:667; BE 1972:417; *IStratonikeia 266 + II p. viii.  
[ ] IStr 266 + II p. viii
1 ἱερεὺς ἐξ ἐπανγ[ελίας ἐν —ίοις μετὰ]
ἀρχιερωσύνην καὶ στ[εφανηφορίαν καὶ]
τὰς λοιπὰς πάσας λιτο[υργίας Διο]-
μήδης βʹ Σώσανδρος Ἱε(ροκωμήτης), ὃ[ς μετὰ καὶ]
5 τῶν λοιπῶν εὐσεβῶς μὲν πρὸς
τὸν θεόν, φιλοτίμως δὲ πρὸς τοὺς
ἀνθρώπους ἐποίησεν, ἀπέδωκεν πά-
σῃ τύχῃ ἀνενεγχθέντα τῷ θεῷ δ[εῖ]-
πνα καὶ τὰ ἐκ τῶν θυσιῶν γει-
10 νόμενα τῷ ἱερεῖ γέρα· ἐν [δ]ὲ̣ τοῖς Πα[να]-
μαρείοις μετὰ τῶν λοιπῶν ὧν παρέ[σ]-
χεν καὶ οἴνου διαπομπὰς ἐποιήσα-
το πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἑορταζόν-
τῶν ἔν τε τῇ πόλι καὶ ἐν τῷ ἱερῷ τῆς Ἑ-
15 κάτης καὶ ἐπὶ τῆς λοιπῆς χώρας, ἐ[πι]-
διξαμένου τοῦ θεοῦ ἐνεργίαν φαν[ε]-
ρωτάτην καὶ διὰ τοῦ ἀνιμένου βοὸς
πρὸς εὐσέβιαν τοῦ ἱερέως, ὅστις
πρῶτον ἐλθὼν τότε ἰς τὴν πόλιν ἐν τῇ
20 ἀγομένῃ πομπῇ ὡδήγησεν τὸν ἱε-
ρέα ἰς τὸ βουλευτήριον καὶ μετὰ τὰς
θυσίας εὐθὺς ἐχωρίσθη· ἐποίη-
SEN DE\ KAI\ TA\S DHMOQUNI/AS, U(PE-
δέξατο δὲ καὶ τὸν τῆς Ἀσίας τα-
25 μίαν μεγαλοπρεπῶς, ὡς καὶ διὰ
γραμμάτων καὶ ὑπ’ ἐκίνου μαρτυρη[θῆ]-
ναι, καὶ ἄλλους πλίστους συνκλητ[ι]-
κούς· ὑπεδέξατο δὲ καὶ τοὺς ἰς
ἀγῶνα ἐλθόντας θυμελικούς τε κα[ὶ]
30 ξυστικοὺς ἀθλητάς, καθὼς καὶ [τὰ ὑ]-
π’ ἐκείνων γενόμενα ψηφίσματα
περιέχει· συνφιλοτειμημένω[ν]
καὶ τῶν τέκνων αὐτοῦ Σωσάνδρου
καὶ Εὐβούλου καὶ Σωσάνδρας·
35 ἱέρεια Τατιὰς Διονυσοκλέους [Ἄμ]-
μιον ἡ καὶ Ἄπφιον ἡ γυνὴ τοῦ υἱ-
οῦ αὐτοῦ Σωσάνδρου.
Search Help
Contact Us