Dedication by [Dio]medes Sosandros Hie(rokometes) and
Tatias [Am]mion Apphion, hiereis; 22/3; found at Panamara:
Cousin, BCH 28, 1904, 20-22, no. 1.B; BE 1906:48; Laumonier, BCH
61, 1937, 284, no. 117; BE 1961:667; BE 1972:417; *IStratonikeia
266 + II p. viii.
[ ]
IStr 266 + II p. viii
| 1 | ἱερεὺς ἐξ ἐπανγ[ελίας ἐν —ίοις μετὰ] |
| ἀρχιερωσύνην καὶ στ[εφανηφορίαν καὶ] | |
| τὰς λοιπὰς πάσας λιτο[υργίας Διο]- | |
| μήδης βʹ Σώσανδρος Ἱε(ροκωμήτης), ὃ[ς μετὰ καὶ] | |
| 5 | τῶν λοιπῶν εὐσεβῶς μὲν πρὸς |
| τὸν θεόν, φιλοτίμως δὲ πρὸς τοὺς | |
| ἀνθρώπους ἐποίησεν, ἀπέδωκεν πά- | |
| σῃ τύχῃ ἀνενεγχθέντα τῷ θεῷ δ[εῖ]- | |
| πνα καὶ τὰ ἐκ τῶν θυσιῶν γει- | |
| 10 | νόμενα τῷ ἱερεῖ γέρα· ἐν [δ]ὲ̣ τοῖς Πα[να]- |
| μαρείοις μετὰ τῶν λοιπῶν ὧν παρέ[σ]- | |
| χεν καὶ οἴνου διαπομπὰς ἐποιήσα- | |
| το πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἑορταζόν- | |
| τῶν ἔν τε τῇ πόλι καὶ ἐν τῷ ἱερῷ τῆς Ἑ- | |
| 15 | κάτης καὶ ἐπὶ τῆς λοιπῆς χώρας, ἐ[πι]- |
| διξαμένου τοῦ θεοῦ ἐνεργίαν φαν[ε]- | |
| ρωτάτην καὶ διὰ τοῦ ἀνιμένου βοὸς | |
| πρὸς εὐσέβιαν τοῦ ἱερέως, ὅστις | |
| πρῶτον ἐλθὼν τότε ἰς τὴν πόλιν ἐν τῇ | |
| 20 | ἀγομένῃ πομπῇ ὡδήγησεν τὸν ἱε- |
| ρέα ἰς τὸ βουλευτήριον καὶ μετὰ τὰς | |
| θυσίας εὐθὺς ἐχωρίσθη· ἐποίη- | |
| σεν δὲ καὶ τὰς δημοθυνίας, ὑπε- | |
| δέξατο δὲ καὶ τὸν τῆς Ἀσίας τα- | |
| 25 | μίαν μεγαλοπρεπῶς, ὡς καὶ διὰ |
| γραμμάτων καὶ ὑπ’ ἐκίνου μαρτυρη[θῆ]- | |
| ναι, καὶ ἄλλους πλίστους συνκλητ[ι]- | |
| κούς· ὑπεδέξατο δὲ καὶ τοὺς ἰς | |
| ἀγῶνα ἐλθόντας θυμελικούς τε κα[ὶ] | |
| 30 | ξυστικοὺς ἀθλητάς, καθὼς καὶ [τὰ ὑ]- |
| π’ ἐκείνων γενόμενα ψηφίσματα | |
| περιέχει· συνφιλοτειμημένω[ν] | |
| καὶ τῶν τέκνων αὐτοῦ Σωσάνδρου | |
| καὶ Εὐβούλου καὶ Σωσάνδρας· | |
| 35 | ἱέρεια Τατιὰς Διονυσοκλέους [Ἄμ]- |
| μιον ἡ καὶ Ἄπφιον ἡ γυνὴ τοῦ υἱ- | |
| οῦ αὐτοῦ Σωσάνδρου. |