[Hiereus] inscription of [Myonides Damylas Menekles
Hie(rokometes) and T]ryphaina Da<m>yla Drakontis
[Hie(rokometis)]; 22; found at Panamara: Hatzfeld, BCH 51, 1927,
91-94, no. 57; BE 1928:380; SEG 4, 302; Laumonier, BCH 61, 1937,
pp. 280-282 no. 114 and p. 281 note 2; Laumonier, BCH 62, 1938,
171; *IStratonikeia 256.
[ ]
IStr 256
0 | [ἱερεὺς ἐν —ίοις ἐξ ἐπανγελίας Μυωνίδης Δημητρίου Δαμύλας ὁ καὶ Μενεκλῆς Ἱε(ροκωμήτης),] |
[ἱέρεια ἐξ ἱερέων Τ]ρύφαινα Δημητρίου τοῦ Ἀπολλωνίδου Δα<μ>ύλα ἡ καὶ Δρακοντὶς | |
[Ἱε(ροκωμῆτις), κλιδοφόρος τῆς μεγίστης] θεᾶς Ἑκάτης, ἱερατεύσαντες εὐσεβ[ῶς] μὲν πρὸς τὸν θεόν, | |
[φιλοτείμως δὲ πρὸς τοὺς ἀνθρώπου]ς, ἐδέξαντο τοὺς ἀνελθόντας ἐπὶ τὰς τρ[απ]έζας πλουσίως καὶ | |
[φιλοτείμως ἑστιάσαντες, οὐ μόνον] ἐπὶ τῷ ἀρίστῳ, ἀλλὰ καὶ ἐπὶ τῷ δείπνῳ, ἀπέδοσαν δὲ καὶ τὰ δεῖπνα | |
5 | [πᾶσιν καὶ τοῖς βουληθεῖσιν εὐχαρί]στως θύσαντες τὰ ἱερὰ ἐδωρήσαντο καὶ ταῖς δημοθυνίαις, πάν- |
[τα ἀξίως τοῦ θεοῦ καὶ τῶν προγόνων ποιήσαν]τες, ἐγυμνασιάρχησαν δὲ καὶ τῇ δʹ παραλαβόντες τὸν θεὸν | |
[καὶ τὰς ιʹ τῶν Παναμαρείων ἡμέ]ρας ἐν πᾶσι τοῖς βαλανίοις ἑλκυστὸν ἐκ λουτήρων πάσῃ τύχῃ καὶ | |
[ἡλικίᾳ ἔλαιον παρέσχον ἀνδράσι καὶ γ]υναιξίν, ὁμοίως καὶ πρῶτοι καὶ μόνοι καὶ παλαιοὺς οἴνους διέπενψαν καὶ | |
[τοῖς πολίταις καὶ ξένοις καὶ ἐλευθέ]ροις καὶ δού[λοι]ς πᾶσι, καὶ τῷ Ἡραίῳ πάσαις ταῖς κατοικού[σαις κ]αὶ τὴν πόλιν καὶ τὴν χώραν | |
10 | [γυναιξὶ ταῖς τε πολίτισιν καὶ ξέναις ἐν τῷ ἱε]ρῷ ἔδοσαν [ἀν]ὰ ʹ𐆖 βʹ, καὶ οἶνον δαψιλῆ παρέ<σ>χον πᾶσι, [κ]αὶ παρ’ ὅλον τὸν ἐνιαυτὸν ὑπεδέξαντο τὰ ἐπιδημήσαντα ἀκροάματα καὶ ἐμισθώσαντο, καὶ πολλοὺς δεηθέντας |
[ἐτίμησαν, πάντα ποιήσαν]τες καὶ [τοῦ θε]οῦ ἀξίως καὶ τῆς τῶν γονέων καὶ πρ[ο]γόνων δ̣ό̣ξη̣ς, συνευσεβούντων τῆς μητρ[ὸς τ]οῦ ἱερέως Ἀπφί[ας] καὶ τῶν ὑῶν Δαμύλα καὶ Δημητρίου καὶ τῶν τοῦ | |
[ἀδελφοῦ —]υνο[․c.4․ο]υ τοῦ ἱερέως, τοῦ νεωκόρου [․․․․c.12․․․․] Φλ(αουίου), Τ[ι(βερίου) υἱοῦ] Φαίδρου καὶ Φλ(αουίας) Ἀριστολαΐδος τῶν συγγόνων αὐτοῦ. |