[Hiereus] inscription of Demetrios [Damylas
Hie(rokometes)]; 2m; found at Panamara: Cousin, BCH 28, 1904, 38,
no. 22 (part); BE 1906:48; Hatzfeld, BCH 51, 1927, 97-98, no. 64
(part); BE 1928:380; SEG 4, 303 (part); Laumonier, BCH 61, 1937,
280, no. 113; Laumonier, BCH 62, 1938, 172; *IStratonikeia 254.
[ ]
IStr 254
1 | [ἱερεὺς ἐξ ἐπανγελίας μετὰ ἀρχιερωσύνην καὶ στεφα]νηφορίαν Δημήτριος Ἀ[πολλωνίδου Δαμύλας Ἱε(ροκωμήτης),] |
φιλόπατρις, ἱέρεια μετὰ ἀρχιερωσύνην καὶ ἱερωσύνην κ]αὶ κλειδοφορίαν τῆς Ἑκ[άτης —] | |
[— στεφανηφορήσαντες τελείως, ἀρχιερατεύσαντες δὲ] μετὰ ἄλλον ἐνιαυτὸν [—] | |
[ἐγυμνασιάρχησαν πάσῃ τύχῃ καὶ ἡλικίᾳ ἐντοπίων τε καὶ ξένων ἐν τ]ῇ εἰσόδῳ πρῶτοι τῶν ἀρχιε[ρέων, καὶ ἐδεξιώσαντο ἐν] | |
5 | [τῷ γυμνασίῳ πάντας τούς τε πολείτας καὶ ξένους καὶ δούλο]υς δείπνῳ τελείῳ καὶ τοὺς [—] |
[—]αν, ἐδείπνισαν δὲ ὁμοίως [—] | |
[— τὰς γυναῖκας πᾶσα]ς τάς τε πολειτίδας καὶ ἐ[λευθέρας καὶ δούλας —] | |
[— ἔδοσαν] καὶ τοῖς βουλευταῖς ἀνὰ [𐆖 γʹ καὶ ἄλλαις συναρχίαις πολ]- | |
λαῖς κατὰ δέο̣ν, ἐμισθώσαντο δὲ καὶ τὰ ἐπιδημήσαντα [ἀ]κροάματα πάντα, ἐπετέλε[σαν δὲ ἀγῶνα ἐκ τῶν ἰδίων μετὰ] | |
10 | καὶ πρωτευόντων ἀκροαμάτων δι’ ὅλης ἡμέρας ἄχρι πολ[λ]οῦ μέρους τῆς νυκτός, ἐν δ[ὲ τῇ ἐξόδῳ? ἔθεσαν ἔλαιον πάσῃ] |
τύχῃ καὶ ἡλικίᾳ ἐν τοῖς δυσὶν βαλανείοις καὶ ἡμέρας καὶ νυκτὸς τῷ σύνπαντι πλήθει τῶν τε [ἐντοπίων καὶ τῶν ἐπι]- | |
δημησάντων ξένων. ἱερατεύοντες δὲ μετὰ μέσα ἔτη πέντε ἐν σιτοδείᾳ κ[— πάντα ἐποίησαν] | |
εὐσεβῶς μὲν πρὸς τὸν θεόν, φιλοτείμως δὲ πρὸς τοὺς [ἀ]νθρώπους, πολλὰ παρ’ ὅλο[ν τὸν ἐνιαυτὸν δόντες, καὶ τοὺς ἀφι]- | |
κομένους ἰς τὸ ἱερὸν πάντας ὑπεδέξαντο καὶ εἱστίασαν δα[ψι]λῶς οὐ μόνον ἀρίστῳ ἀλλ[ὰ καὶ δείπνῳ, καὶ τὰ ἱερὰ ἀπέ]- | |
15 | [δ]οσαν, οὐδενὸς κατασχόντες οὔτε πολίτου, οὔτε ξένου, [οὔ]τε δούλου, οὔτε γυναικ[ὸς —] |