Hiereus inscription of T(i)b(erius) Fl(avius) Theophanes
Hie(rokometes); AD 164/166; found at Panamara: Cousin &
Deschamps, BCH 11, 1887, 379-383, no. 2; SEG 4, 397; Laumonier,
BCH 61, 1937, p. 244, p. 249, p. 259 no. 68, and p. 260 no. 69;
Laumonier, BCH 62, 1938, p. 167, note 1; *IStratonikeia 203.
[ ]
IStr 203
1 | [Αὐτοκρ]άτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀν- |
τωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ. | |
ἱερεὺς ἐξ ἱερέων καὶ προγόνων ἄνωθεν | |
ἐξ ἐπαγγελίας ἐν Κομυρίῳ Τ(ι)β(έριος) Φλ(άουιος), Τ(ι)β(ερίου) Φλ(αουίου) Αἰνεί- | |
5 | ου υἱός, Κυρείνα, Θεοφάνης Ἱε(ροκωμήτης), ἱερατεύσας εὐ- |
σεβῶς μὲν πρὸς τοὺς θεούς, τὸν Δία τὸν Πανή- | |
μερον καὶ τὴν Ἥραν, φιλοτείμως δὲ δι’ ὅλου | |
τοῦ ἐνιαυτοῦ, ἑστιάσας πολυτελῶς πάντας | |
τοὺς ἀνιόντας ἰς τὸ ἱερόν, ἀποδοὺς δὲ καὶ | |
10 | τὰ δεῖπνα καὶ τὰ ἱερά, γυμνασιαρχήσας δὲ |
[κ]αὶ τὴν τετράδα παραλαμβάνων τὸν θεόν, | |
[κα]ὶ τὰς τῆς ἑορτῆς τῶν Παναμαρείων [ἡ]- | |
[μέρ]ας δέκα πάσῃ ἡλικίᾳ ἀδιαλείπτως καὶ | |
[νυ]κτὸς καὶ ἡμέρας θεὶς δρακτῷ τὸ ἔλαιον | |
15 | [κ]αὶ ἐπαλείμματα ἐν τοῖς γυμνασίοις, |
[ἐ]πιτελέσας δὲ καὶ τὸ Κομύριον καὶ τὰ μυ- | |
στήρια εὐσεβῶς, καὶ πᾶσιν καὶ ἐν τῷ Κομυ- | |
ρίῳ πολείταις καὶ ξένοις καὶ δούλοις ἀ- | |
φθόνως οἶνον παρασχὼν ταῖς δυσὶν ἡμέ- | |
20 | ραις, ποιήσας δὲ καὶ σκηνὰς ἰς τὸν τόπον |
[π]ρὸς καταγωγὴν τῶν ἀνθρώπων καὶ τὴν | |
ἄλλην παρασκευήν, θεὶς δὲ καὶ ἐν τῇ ὁ- | |
δῷ πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀδι- | |
αλείπτως, δοὺς δὲ καὶ ἰς σιτωνίον τοῖς πο- | |
25 | λείταις δηνάρια μύρια διὰ τὴν ἑαυτοῦ |
μεγαλοφροσύνην καὶ τὴν πρὸς τὴν πα- | |
τρίδα εὔνοιαν, τειμήσας δὲ καὶ οὓς ἠθέ- | |
λησαν οἱ πολεῖται, καὶ πάντα πράξας ἀ- | |
ξίως τοῦ γένους καὶ τῆς τῶν προγόνων | |
30 | δόξης, καίτοι τοῦ καιροῦ περὶ τοὺς καρ- |
ποὺς πάντας καὶ περὶ τὰ ἄλλα τειμ<ί>ωρ{ι}αν {²⁶τειμίωραν}²⁶ | |
ἔχοντος· συμφιλοτειμησαμένων αὐ- | |
τῷ τῆς τε τηθείδος καὶ συνιερείας τὸ | |
δεύτερον ἐν Κομυρίῳ Φλ(αουίας) Μαμάλου | |
35 | καὶ τῆς μητρὸς Φλ(αουίας) Παυλείνης καὶ τοῦ |
ἀδελφοῦ Φλ(αουίου) Ἰάσονος. |