Hiereus inscription of T(i)b(erius) Fl(avius) Theophanes Hie(rokometes); AD 164/166; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887, 379-383, no. 2; SEG 4, 397; Laumonier, BCH 61, 1937, p. 244, p. 249, p. 259 no. 68, and p. 260 no. 69; Laumonier, BCH 62, 1938, p. 167, note 1; *IStratonikeia 203.  
[ ] IStr 203
1 [Αὐτοκρ]άτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀν-
τωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ.
ἱερεὺς ἐξ ἱερέων καὶ προγόνων ἄνωθεν
ἐξ ἐπαγγελίας ἐν Κομυρίῳ Τ(ι)β(έριος) Φλ(άουιος), Τ(ι)β(ερίου) Φλ(αουίου) Αἰνεί-
5 ου υἱός, Κυρείνα, Θεοφάνης Ἱε(ροκωμήτης), ἱερατεύσας εὐ-
σεβῶς μὲν πρὸς τοὺς θεούς, τὸν Δία τὸν Πανή-
μερον καὶ τὴν Ἥραν, φιλοτείμως δὲ δι’ ὅλου
τοῦ ἐνιαυτοῦ, ἑστιάσας πολυτελῶς πάντας
τοὺς ἀνιόντας ἰς τὸ ἱερόν, ἀποδοὺς δὲ καὶ
10 τὰ δεῖπνα καὶ τὰ ἱερά, γυμνασιαρχήσας δὲ
[κ]αὶ τὴν τετράδα παραλαμβάνων τὸν θεόν,
[κα]ὶ τὰς τῆς ἑορτῆς τῶν Παναμαρείων [ἡ]-
[μέρ]ας δέκα πάσῃ ἡλικίᾳ ἀδιαλείπτως καὶ
[νυ]κτὸς καὶ ἡμέρας θεὶς δρακτῷ τὸ ἔλαιον
15 [κ]αὶ ἐπαλείμματα ἐν τοῖς γυμνασίοις,
[ἐ]πιτελέσας δὲ καὶ τὸ Κομύριον καὶ τὰ μυ-
στήρια εὐσεβῶς, καὶ πᾶσιν καὶ ἐν τῷ Κομυ-
ρίῳ πολείταις καὶ ξένοις καὶ δούλοις ἀ-
φθόνως οἶνον παρασχὼν ταῖς δυσὶν ἡμέ-
20 ραις, ποιήσας δὲ καὶ σκηνὰς ἰς τὸν τόπον
[π]ρὸς καταγωγὴν τῶν ἀνθρώπων καὶ τὴν
ἄλλην παρασκευήν, θεὶς δὲ καὶ ἐν τῇ ὁ-
δῷ πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀδι-
αλείπτως, δοὺς δὲ καὶ ἰς σιτωνίον τοῖς πο-
25 λείταις δηνάρια μύρια διὰ τὴν ἑαυτοῦ
μεγαλοφροσύνην καὶ τὴν πρὸς τὴν πα-
τρίδα εὔνοιαν, τειμήσας δὲ καὶ οὓς ἠθέ-
λησαν οἱ πολεῖται, καὶ πάντα πράξας ἀ-
ξίως τοῦ γένους καὶ τῆς τῶν προγόνων
30 δόξης, καίτοι τοῦ καιροῦ περὶ τοὺς καρ-
ποὺς πάντας καὶ περὶ τὰ ἄλλα τειμ<ί>ωρ{ι}αν {²⁶τειμίωραν}²⁶
ἔχοντος· συμφιλοτειμησαμένων αὐ-
τῷ τῆς τε τηθείδος καὶ συνιερείας τὸ
δεύτερον ἐν Κομυρίῳ Φλ(αουίας) Μαμάλου
35 καὶ τῆς μητρὸς Φλ(αουίας) Παυλείνης καὶ τοῦ
ἀδελφοῦ Φλ(αουίου) Ἰάσονος.
Search Help
Contact Us